12
Λικινίου καὶ Κωνσταντίου τοῦ μακαρίτου βασιλεύσαντος μετὰ τῶν ἰδίων παίδων ἐπὶ λʹ καὶ δυσὶ ἔτεσι καὶ καταλείψαντος τοὺς τρεῖς παῖδας βασιλεύοντας Κώνσταντα καὶ Κωνσταντῖνον καὶ Κωνστάντιον. Μετὰ δὲ τὰ λβʹ Κωνσταντίνου τὰ ἔτη τῶν αὐτὸν διαδεξαμένων παίδων Κώνσταντος καὶ Κωνσταντίνου καὶ Κωνσταντίου καὶ Ἰουλιανοῦ καὶ Ἰουϊανοῦ καὶ Οὐαλεντινιανοῦ τοῦ μεγάλου καὶ Οὐάλεντος ἀδελφοῦ αὐτοῦ καὶ Γρατιανοῦ υἱοῦ Οὐαλεντινιανοῦ καὶ Οὐαλεντινιανοῦ νεωτέρου υἱοῦ Οὐαλεντινιανοῦ ἀδελφοῦ Γρατιανοῦ καὶ Θεοδοσίου τοῦ θεοφιλεστάτου βασιλέως καὶ Ἀρκαδίου τοῦ υἱοῦ αὐτοῦ καὶ Ὀνωρίου ἐπιφανεστάτου υἱοῦ Θεοδοσίου, ἕως τῆς νῦν ὑπατείας Ἀρκαδίου Αὐγούστου τὸ δεύτερον καὶ Ῥουφίνου τὰ ἔτη, ὡς προεῖπον, ὑπάρχει μζʹ. Ἐν δὲ τῇ Ἀρκαδίου Αὐγούστου καὶ Ῥουφίνου ὑπάτου ἐτελεύτησεν Οὐαλεντινιανὸς ὁ νεώτερος, υἱὸς Οὐαλεντινιανοῦ τοῦ μεγάλου, εὑρεθεὶς ἄφνω ἐν τῷ παλατίῳ Τιβέρεως ὡς λόγος πεπνιγμένος ἐν εἰδοῖς Μαΐαις, πρὸ μιᾶς ἡμέρας τῆς Πεντηκοστῆς, ἐν ἡμέρᾳ Σαββάτου. Αὐτῇ δὲ τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐξεκομίσθη. Ἦν δὲ κατ' Αἰγυπτίους τότε μηνὸς Παχὼν μία καὶ εἰκάς, κατὰ δὲ Ἕλληνας Ἀρτεμισίου τρίτη καὶ εἰκάς, κατὰ Ῥωμαίους δὲ πρὸ δέκα ἑπτὰ καλανδῶν Ἰουνίων. Ἕως ἐνταῦθα, φιλοκαλώτατε, ἀρκεσθέντες τοῖς προειρημένοις ἅπασι τὴν τῶν ἑρμηνευτῶν ὑπόθεσιν ἐδηλώσαμεν. Εἶθ' ἑξῆς εἰς τὰ ἐπίλοιπα ὧν προειρήκαμεν ζητημάτων κατὰ τὰς ὑποσχέσεις, σαῖς εὐχαῖς, ἄνθρωπε τοῦ Θεοῦ, τὸν νοῦν ἐπιδῶμεν περὶ τῶν ἐν ταῖς θείαις γραφαῖς σταθμῶν τε καὶ μέτρων καὶ ἀριθμῶν δηλώσοντες, πόθεν ἕκαστον ὠνόμασται καὶ τίνος ἕνεκα οὕτω κέκληται καὶ πόθεν τὴν πρόφασιν τῆς ὀνομασίας εἴληφε καὶ τίς ἑκάστου τούτων ἡ ποιότης καὶ ἡ ὁλκὴ καὶ ἡ δύναμις. Μέτρον ἐστὶ κόρος. Κεῖται δὲ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ὅθεν ὁ Σωτὴρ ἐπαινεῖ τὸν φρόνιμον οἰκονόμον τὸν τοῖς χρεωφειλέταις ἀντὶ κόρων τοσούτων ἐν τοῖς σφῶν αὐτῶν χειρογράφοις τοσούτους μεταγραψάμενον, ἀντὶ δὲ τοσούτων βάδων ἐλαίου τοσούτους ποιήσαντα. Ὀνόματα γάρ εἰσι μέτρων τάδε, λεθέκ, γομόρ, βάδος, σάτον, μόδιος, κάβος, χοῖνιξ, οἰφεὶ σεμιδάλεως, δρὰξ ἀλεύρου, ἀρτάβη, τρία μέτρα σεμιδάλεως, τρία κανᾶ χονδριτῶν, νέβελ οἴνου, κόλλαθον, ἀλάβαστρον μύρου, καμψάκης ὕδατος, κοτύλη ἐλαίου, κύαθος, μετρητὴς οἴνου, μετρητὴς ἐλαίου, τρυβλίον, ξέστης, ἀμφορεύς, ἀπόρρυμα, σαφιθά, ἴν, χοῦς, στάμνος χρυσῆ, ἐν ᾗ ἀπέκειτο τὸ μάννα, μάρης, κύπρος, κογγιάριον. † Ὁ κόρος εἴληπται ἀπὸ τῆς ἑβραϊκῆς διαλέκτου, ὃς καλεῖται χόρ. Εἰσὶ δὲ μόδιοι λʹ. Χὸρ δὲ λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χαρία γὰρ καλεῖται βουνός. Βουνισθέντες γὰρ οἱ τριάκοντα μόδιοι ποιοῦσι φορτίον καμήλου. Λεθὲκ δέ, ὡς ἐν τῷ Ὠσηὲ τῷ προφήτῃ εἴρηται, ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν ἐν ἀντιγράφοις δὲ «γομὸρ κριθῶν», τὸ αὐτὸ μέν ἐστι, δέκα γὰρ καὶ πέντε μόδιοι σημαίνονται οὗτοι. Λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν κέκληται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι τὸν νεανίαν ἐπάραντα τοὺς δέκα πέντε μοδίους καὶ ἐπιτεθῆναι τῷ ὄνῳ. Τὸ δ' αὐτὸ τῶν ιεʹ μοδίων καὶ γομὸρ καλεῖται τὸ μέγα, ὃ ἐκ τῆς ἑβραΐδος γομὸρ λέγεται. Ἔστι γὰρ καὶ μικρὸν γομόρ. ∆ύο δέ εἰσι γομόρ, μέγα καὶ μικρόν· ὧν τὸ μέγα ἰσόμετρόν ἐστι τῷ λεθὲκ δεκαπέντε καὶ αὐτὸ ὂν μοδίων, τὸ δὲ μικρόν, ιβʹ βάδων. Καὶ αὐτὸ ἀπὸ τῆς ἑβραϊκῆς διαλέκτου παρῆκται, συνωνύμως τῷ ἐλαιοτριβείῳ καλούμενον βίθ. Βάδον γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον. Ἔστι δὲ ξεστῶν πεντήκοντα. Τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιοτρίπτου ἐργασίας. Μνασὶς ἢ μέδιμνος οἶμαι ἐκ τῆς ῥωμαϊκῆς γλώσσης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν ταύτῃ τῇ γλώσσῃ. Μνασὶς τοίνυν παρὰ Κυπρίοις μετρεῖται καὶ παρ' ἄλλοις ἔθνεσιν. Εἰσὶ δὲ εἴκοσι μόδιοι σίτου ἢ κριθῶν εἰς τὸν τῶν δέκα καὶ ἑπτὰ ξεστῶν παρὰ Κυπρίοις μόδιον. Μέδιμνος δὲ παρ' αὐτοῖς τοῖς Κυπρίοις διάφορος· τὸν γὰρ μέδιμνον Σαλαμίνιοι, εἴτ' οὖν Κωνστάντιοι, ἐκ πέντε