τέ ἐστιν καὶ τὸν σὸν βίον, δῶρον οὐρανόμηκες καὶ τῶν ἀστέρων ἐφικνούμενον, ἄφες παρ' ἡμῖν τὴν Σωσιπάτραν ταύτην τροφεῦσι καὶ πατράσιν ἀληθεστέροις, καὶ εἴς γε πέμπτον ἔτος μηδὲ νόσον περὶ τῇ παιδίσκῃ φοβηθῇς, 6.6.12 μηδὲ θάνατον, ἀλλ' ἥσυχος ἔσο καὶ ἔμπεδος. μελέτω δέ σοι μὴ πατῆσαι τὸ χωρίον μέχρις ἂν τὸ πέμπτον ἔτος, περιτελλομένων τῶν ἡλιακῶν κύκλων, ἐξίκηται. καὶ πλοῦτός τέ σοι αὐτόματος ἀπὸ τοῦ χωρίου φύσεται καὶ ἀναθηλήσει, καὶ ἡ θυγάτηρ οὐ κατὰ γυναῖκα καὶ ἄνθρωπον ἔσται μόνον, ἀλλὰ καὶ αὐτὸς ὑπολήψῃ τι περὶ τῆς παιδίσκης πλέον. εἰ μὲν οὖν ἀγαθὸν ἔχεις θυμόν, ὑπτίαις χερσὶ δέξαι τὰ λεγόμενα· 6.6.13 εἰ δέ τινας ὑπονοίας ἀνακινεῖς, οὐδὲν ἡμῖν εἴρηται." πρὸς ταῦτα τὴν γλῶτταν ἐνδακὼν καὶ πτήξας ὁ πατήρ, τὸ παιδίον ἐγχειρίζει καὶ παραδίδωσι, καί, τὸν οἰκονόμον μετακαλέσας, "χορήγει" πρὸς αὐτὸν εἶπεν "ὅσα οἱ πρε6.6.14 σβῦται βούλονται, καὶ πολυπραγμόνει μηδέν." ταῦτα εἶπεν· οὔπω δὲ ἕως ὑπέφαινεν, <καὶ> ἐξῄει καθάπερ φεύγων καὶ τὴν θυγατέρα καὶ τὸ χωρίον. 6.7.1 Οἱ δὲ παραλαβόντες τὸ παιδίον (εἴτε ἥρωες, εἴτε δαίμονες, εἴτε τι θειότερον ἦσαν γένος), τίσιν μὲν συνετέλουν αὐτὴν μυστηρίοις ἐγίνωσκεν οὐδὲ εἷς, καὶ πρὸς τί τὴν παῖδα 6.7.2 ἐξεθείαζον ἀφανὲς ἦν καὶ τοῖς πάνυ βουλομένοις εἰδέναι. ὁ δὲ χρόνος ἤδη προσῄει, καὶ τά τε ἄλλα πάντα συνέτρεχε προσόδων πέρι τοῦ χωρίου, καὶ ὁ πατὴρ τῆς παιδὸς παρῆν εἰς τὸν ἀγρόν, καὶ οὔτε τὸ μέγεθος ἐπέγνω τῆς παιδός, τό τε κάλλος ἑτεροῖον αὐτὸ κατεφαίνετο· τὸν δὲ πατέρα σχε6.7.3 δόν τι καὶ ἠγνόει. ὁ δὲ καὶ προσεκύνησεν αὐτήν, οὕτως ἄλλην τινὰ ὁρᾶν ἔδοξεν. ὡς δὲ οἵ τε διδάσκαλοι παρῆσαν καὶ ἡ τράπεζα προὔκειτο, οἱ μὲν ἔφασαν· "ἐρώτα ὅ τι 6.7.4 βούλει τὴν παρθένον." ἡ δὲ ὑπέλαβεν· "ἀλλ' ἐρώτησόν γε, πάτερ, τί σοι πέπρακται κατὰ τὴν ὁδόν." τοῦ δὲ εἰπεῖν ἐπιτρέψαντος (διὰ δὲ εὐδαιμονίαν ἐπὶ τετρακύκλου ὀχήματος ἐφέρετο· συμβαίνει δὲ πολλὰ ἐπὶ τοῖς τοιούτοις ὀχήμασι πάθη), πάντα οὕτως ἐξήγγειλεν φωνάς τε καὶ ἀπειλὰς καὶ 6.7.5 φόβους, ὥσπερ αὐτὴν συνηνιοχοῦσαν· καὶ εἰς τοσόνδε προῄει θαύματος ὁ πατήρ, ὥστε οὐκ ἐθαύμαζεν, ἀλλὰ κατεπλήττετο, καὶ θεὸν εἶναι τὴν παῖδα ἐπέπειστο. προσπεσὼν δὲ τοῖς ἀνδράσιν, ἱκέτευεν εἰπεῖν οἵτινες εἶεν· οἱ δὲ μόλις καὶ βραδέως (δόξαν δὲ ἴσως οὕτω καὶ θεῷ) παρέφηναν εἶναι τῆς Χαλδαϊκῆς καλουμένης σοφίας οὐκ ἀμύητοι, καὶ τοῦτο δι' αἰ6.7.6 νίγματος καὶ κάτω νεύοντες. ὡς δὲ ὁ τῆς Σωσιπάτρας πατὴρ προσπεσὼν τοῖς γόνασιν ἱκέτευεν, δεσπότας εἶναι τοῦ χωρίου παρακαλῶν, καὶ τὴν παῖδα ἔχειν ὑφ' ἑαυτοῖς καὶ μυεῖν εἰς τὸ τελεώτερον, οἱ μὲν ἐπινεύσαντες ὅτι οὕτω ποιήσουσιν, οὐκέτι ἐφθέγξαντο· ὁ δὲ ὥσπερ ἔχων ὑπόσχεσίν τινα ἢ χρησμόν, ἐθάρσει καθ' ἑαυτόν, καὶ πρὸς τὸ χρῆμα 6.7.7 ἠπόρει· καὶ ὑπερεπῄνει γε τὸν Ὅμηρον κατὰ ψυχήν, ὡς ὑπερφυές τι χρῆμα καὶ δαιμόνιον τοῦτο ἀνυμνήσαντα· καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας. καὶ γὰρ αὐτὸς ᾤετο ξένοις μὲν ἀνδράσι, θεοῖς δὲ συντετυχη6.7.8 κέναι. καὶ ὁ μὲν τοῦ πράγματος ἐμπιπλάμενος ὕπνῳ κατείχετο, οἱ δὲ ἀποχωρήσαντες τοῦ δείπνου καὶ τὴν παῖδα παραλαβόντες, τήν τε στολὴν τῆς ἐσθῆτος ἐν ᾗ τετέλεστο μάλα φιλοφρόνως αὐτῇ καὶ συνεσπουδασμένως παρέδοσαν, καὶ ἄλλα τινὰ προσθέντες ὄργανα καὶ τὴν κοιτίδα τῆς Σωσιπάτρας, κατασημήνασθαι κελεύσαντες καὶ προσεμβα6.7.9 λόντες τινὰ βιβλίδια. καὶ ἡ μὲν ὑπερεγάννυτο τοὺς ἄνδρας τοῦ πατρὸς οὐκ ἔλαττον. ὡς δὲ ἕως ὑπέφαινεν καὶ ἀνεῴγνυντο θύραι, καὶ πρὸς ἔργα ἐχώρουν ἄνθρωποι, κἀκεῖνοι τοῖς ἄλλοις συνεξέβησαν κατὰ τὸ εἰωθός. ἡ μὲν παῖς παρὰ τὸν πατέρα ἔδραμεν εὐαγγέλια φέρουσα, καὶ τὴν κοιτίδα 6.7.10 τῶν τις θεραπευτήρων ἐκόμιζεν· ὁ δὲ πλοῦτόν τε ὃν εἶχε ἐς τὸ παρατυχόν, καὶ παρὰ τῶν οἰκονόμων ὅσον ἦν ἀναγκαῖον αὐτῆς αἰτήσας, μετεκάλει τοὺς ἄνδρας· οἱ δὲ ἐφάνησαν οὐδαμοῦ. καὶ πρὸς τὴν Σωσιπάτραν εἶπε· "τί δὴ τοῦτό 6.7.11