1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

ἀπαθείας ὑποδέξασθαι στέφανον. Ἀπάθειαν δὲ λέγω, οὐ τὴν κατάλυσιν τῆς κατ' ἐνέργειαν ἁμαρτίας, αὕτη γὰρ ἐγκράτεια λέγεται, ἀλλὰ τὴν κατὰ διάνοιαν τοὺς ἐμπαθεῖς λογισμοὺς περικόπτουσαν, ἥντινα καὶ πνευματικὴν περιτομὴν τοῦ κρυπτοῦ Ἰουδαίου ὁ ἅγιος Παῦλος ὠνόμασεν. Εἰ δὲ ἀθυμεῖ τις ἐπὶ τοῖς λεχθεῖσι, μνημονευσάτω τοῦ σκεύους τῆς ἐκλογῆς, Ἀποστόλου, ἐν λιμῷ καὶ δίψει τὸν δρόμον τελέσαντος. Μιμεῖται δὲ καὶ ὁ τῆς ἀληθείας ἀντίπαλος ὁ τῆς ἀκηδίας δαίμων τοῦτον τὸν δαίμονα, ἀκροτάτην ἀναχώρησιν τῷ καρτερικῷ ὑποβάλλων, εἰς ζῆλον προσκαλούμενος Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ τῆς ἀπαρχῆς τῶν ἀναχωρητῶν Ἀντωνίου, ἵνα, μὴ βαστάσας τὴν χρονίαν, καὶ ἀπάνθρωπον ἀναχώρησιν, φύγῃ μετ' αἰσχύνης, τὸν τόπον καταλιπὼν, καὶ αὐτὸς λοιπὸν καυχώμενος εἴπῃ, «Ἴσχυσα πρὸς αὐτόν.» 79.1232

ΚΕΦΑΛ. Κϛʹ. Οἱ μὲν ἀκάθαρτοι λογισμοὶ εἰς αὔξησιν ὕλας εἰσδέχονται, καὶ

πολλοῖς συμπαρεκτείνονται πράγμασι· καὶ γὰρ πελάγη κατὰ διάνοιαν περῶσι μεγάλα, καὶ μακρὰς ὁδοὺς ὁδεύειν οὐ παραιτοῦνται διὰ πολλὴν τοῦ πάθους θερμότητα· οἱ δὲ ὁπωσοῦν κεκαθαρμένοι, στενώτεροι τούτων μᾶλλόν εἰσι, συμπαρεκτείνεσθαι πράγμασι μὴ δυνάμενοι διὰ τὴν τοῦ πάθους ἀσθένειαν, ὅθεν καὶ παρὰ φύσιν μᾶλλον κινοῦνται, καὶ, κατὰ τὸν σοφὸν Σολομῶντα, χρόνον τινὰ ἔξω ῥέμβοντες, καὶ καλάμην συνάγουσιν εἰς τὴν παράνομον πλινθουργίαν, ἵνα σώζωνται ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ῥᾷον γὰρ ἀκάθαρτον καθάραι ψυχὴν, ἢ καθαρθεῖσαν, καὶ πάλιν τραυματισθεῖσαν εἰς ὑγείαν αὖθις ἀνακαλέσασθαι, τοῦ δαίμονος τῆς λύπης μὴ συγχωροῦντος, ἀλλ' ἀεὶ ταῖς κόραις κατὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ τῆς ἁμαρτίας προσφέροντος εἴδωλον.

ΚΕΦΑΛ. ΚΖʹ. Οὐκ ἐπίστανται τὰς καρδίας ἡμῶν οἱ δαίμονες, ὥς τινες τῶν

ἀνθρώπων νομίζουσι· καὶ γὰρ μόνος ἐστὶ καρδιογνώστης, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, καὶ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν· ἐκ δὲ τοῦ προφορικοῦ λόγου, καὶ τῶν τοιῶνδε κινημάτων τοῦ σώματος, τὰ πολλὰ τῶν ἐν τῇ καρδίᾳ κινημάτων γινώσκουσιν. Ἅπερ ἐγὼ νῦν ἐβουλόμην δηλῶσαι σαφῶς, ἐπέσχε δέ με ὁ ἅγιος ἱερεὺς, ἀνάξιον φήσας τὰ τοιαῦτα δημοσιεύεσθαι, καὶ εἰς ἀκοὰς βεβήλων ἐμβάλλεσθαι· εἴπερ, φησὶ, καὶ ὁ τῷ ἐφέδρῳ συγγινόμενος, κατὰ τὸν νόμον, ὑπεύθυνος γίνεται. Πλὴν ὅτι ἐκ τῶν τοιούτων συμβόλων ἐπιγινώσκουσι τὰ ἐν τῇ καρδίᾳ κρυπτόμενα, καὶ τὰς ἀφορμὰς ἐκ τούτων λαμβάνουσι καθ' ἡμῶν, πολλάκις γοῦν τινας κακολογήσαντας ἠλέγξαμεν, οὐκ ἀγαπητικῶς ἔχοντες πρὸς αὐτοὺς, διὸ καὶ τῷ τῆς μνησικακίας περιπεπτώκαμεν δαίμονι, καὶ λογισμοὺς πονηροὺς εὐθὺς εἰλήφαμεν κατ' αὐτῶν, οὕς τε πρότερον ἔγνωμεν ἡμῖν ἐπισυμβάντας. ∆ιόπερ καλῶς ἡμῖν ἐγκαλεῖ καὶ τὸ Πνεῦμα τὸ ἅγιον· «Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον,» καὶ τῶν τῆς μνησικακίας λογισμῶν ἤνοιγες θύραν, καὶ τὸν νοῦν κατὰ καιρὸν τῆς προσευχῆς ἐξετάρασσες, τοῦ ἐχθροῦ σου τὸ πρόσωπον ἀεὶ φανταζόμενος, καὶ τοῦτον θεοποιῶν· ὃ γὰρ βλέπει πάντως ὁ νοῦς προσευχόμενος, τοῦτο καὶ Θεὸν ἄξιον ὁμολογεῖν. Ἀλλὰ φύγωμεν, ἀγαπητοὶ, τῆς κακηγορίας τὴν νόσον, μηδενός ποτε κακῶς μνημονεύσωμεν, μηδὲ τὰς ὄψεις διαστρέφωμεν ἐπὶ μνήμῃ τοῦ πλησίον. Πάντα γὰρ τὰ σχήματα οἱ πονηροὶ περιεργάζονται δαίμονες, καὶ οὐδὲν τῶν καθ' ἡμῶν καταλιμπάνουσιν ἀνεξέταστον, οὐκ ἀνάκλισιν, οὐ καθέδραν, οὐ στάσιν, οὐ λόγον, οὐ πάροδον, οὐ βλέμμα, πάντα περιεργάζονται, πάντα κινοῦσιν, ὅλην τὴν ἡμέραν καθ' ἡμῶν δολιό79.1233 τητα μελετῶσιν, ἵνα τὸν ταπεινὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς συκοφαντήσωσι νοῦν, καὶ τὸ μακάριον αὐτοῦ κατασβέσωσι φῶς. Ὁρᾷς