1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

12

τῆς ἁλύσεως ἀγκύλας δυνατόν ἐστιν, ἀλλ' ἡ κατὰ τὸ ἕτερον πέρας τῆς ἁλύσεως ἀγκύλη συνεκινήθη τῇ πρώτῃ κατὰ τὸ ἀκόλουθον ἀεὶ καὶ προσεχὲς ἀπὸ τοῦ πρώτου διὰ τῶν παρα κειμένων τῆς κινήσεως προϊούσης. Οὕτως ἐμπέπλεκται καὶ συμπέφυκεν ἀλλήλοις τὰ ἀνθρώπινα πάθη, καὶ δι' ἑνὸς τοῦ ἐπικρατήσαντος καὶ ὁ λοιπὸς τῶν κακῶν ὁλκὸς συνεισέρχεται τῇ ψυχῇ. Καὶ εἰ χρή σοι διαγράψαι τὴν πονηρὰν ταύτην ἅλυσιν, ὑπόθου τινὰ διά τινος ἡδονῆς τοῦ κατὰ τὴν κενοδοξίαν ἡττηθῆναι πάθους· ἀλλὰ τῇ κενοδοξίᾳ καὶ ἡ τοῦ πλείονος ἔφεσις συνηκολούθησεν. Οὐ γὰρ ἔστι πλεονέκτην γενέσθαι, μὴ ἐκείνης ἐπὶ τὸ πάθος χειραγω γούσης. Εἶτα ἡ τοῦ πλεονεκτεῖν καὶ προέχειν ἐπιθυμία ἢ ὀργὴν ἐξάπτει πρὸς τὸ ὁμότιμον ἢ πρὸς τὸ ὑποχείριον τὴν ὑπερηφανίαν ἢ πρὸς τὸ ὑπερέχον τὸν φθόνον, φθόνου δὲ ἀκόλουθος ἡ ὑπόκρισις γίνεται, ἐκείνης ἡ πικρία, ταύτης ἡ μισανθρωπία, τούτων ἁπάντων τὸ τέλος κατάκρισις εἰς γέενναν καὶ σκότος καὶ πῦρ καταλήγουσα. Ὁρᾷς τὸν ὁλκὸν τῶν κακῶν, ὅπως ἑνὸς τὰ πάντα τοῦ καθ' ἡδονὴν πάθους ἐξέχεται; 4.6 Ἐπειδὴ οὖν ἅπαξ εἰσῆλθεν εἰς τὸν βίον ἡ ἀκολουθία τῶν τοιούτων παθῶν μίαν ὁρῶμεν ἐκ τῆς τῶν θεοπνεύστων γραφῶν συμβουλῆς τὴν διέξοδον τούτων, τὸ χωρισθῆναι τοῦ τοιούτου βίου τοῦ συνημμένην ἔχοντος μεθ' ἑαυτοῦ τὴν τῶν ἀνιαρῶν ἀκολούθησιν. Οὐκ ἔστι γὰρ ἐν Σοδόμοις φιλοχωρήσαντα διαφυγεῖν τὴν τοῦ πυρὸς ἐπομβρίαν, οὐδὲ τὸν ἔξω Σοδόμων γενόμενον εἶτα πάλιν ἐπιστραφέντα πρὸς τὴν ἐρήμωσιν ταύτης μὴ παγῆναι στήλην ἁλός, ἀλλ' οὐδὲ τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγήσεται ὁ μὴ καταλιπὼν τὴν Αἴγυπτον, τὴν ὑποβρύχιον λέγω ταύτην ζωήν, καὶ διαβὰς οὐχὶ τὴν Ἐρυθρὰν ἐκείνην, ἀλλὰ τὴν μέλαιναν ταύτην καὶ ζοφώδη τοῦ βίου θάλασσαν. Εἰ δέ, καθώς φησιν ὁ κύριος, ἐὰν μὴ «ἐλευθερώσῃ ἡμᾶς ἡ ἀλή θεια», τῷ κακῷ τῆς δουλείας ἐναπομένομεν, πῶς ἔστιν ἐν τῇ ἀληθείᾳ γενέσθαι τὸν ζητοῦντα τὸ ψεῦδος καὶ «ἐν τῇ πλάνῃ τοῦ βίου ἀναστρεφόμενον»; Πῶς δέ τις τὴν δουλείαν ἀποδράσεται ταύτην ὁ ταῖς ἀνάγκαις τῆς φύσεως ὑπο χείριον δοὺς τὴν ἰδίαν ζωήν; Γνωριμώτερος δ' ἂν γένοιτο ἡμῖν διά τινος παραδείγματος ὁ περὶ τούτων λόγος. Ὥσπερ τις ποταμὸς χειμερίοις ῥεύμασι τραχυνόμενος καὶ κατὰ τὴν ἑαυτοῦ φερόμενος φύσιν ξύλα τε καὶ λίθους καὶ πᾶν τὸ παρατυχὸν ὑπολαμβάνων τῷ ῥείθρῳ μόνοις τοῖς κατ' αὐτὸν γινομένοις σφαλερὸς καὶ κινδυνώδης ἐστί, τοῖς δὲ πόρρωθεν αὐτὸν φυλασσομένοις εἰκῆ ῥεῖ, οὕτω καὶ τὴν τοῦ βίου ταραχὴν ὁ κατ' αὐτὴν γεγονὼς μόνος ὑφίσταται καὶ μόνος ἀναδέχεται καθ' ἑαυτοῦ τὰ πάθη, ἅπερ ἂν ἡ φύσις ἀκολούθως ἑαυτῇ ῥέουσα τοῖς δι' αὐτῆς πορευο μένοις ἀναγκαίως ἐπάγηται διὰ τῶν τοῦ βίου κακῶν ἐπι κλύζουσα. Εἰ δέ τις καταλίποι «τὸν χειμάρρουν τοῦτον», ὥς φησιν ἡ γραφή, «καὶ τὸ ὕδωρ τὸ ἀνυπόστατον» ἔξω πάντως ἔσται, κατὰ τὴν τῆς ᾠδῆς ἀκολουθίαν, τῆς θήρας τῶν ὀδόντων τοῦ βίου, καθάπερ στρουθίον τῷ τῆς ἀρε τῆς πτερῷ διαπτὰς τὴν παγίδα.

4.7 Ἐπειδὴ γὰρ κατὰ τὸ ῥηθὲν ἡμῖν ἐπὶ τοῦ χειμάρρου ὑπόδειγμα παντοίαις ταραχαῖς καὶ ἀνωμαλίαις πλημμυρῶν ὁ ἀνθρώπινος βίος ἀεὶ φέρεται κατὰ τοῦ πρανοῦς τῆς φύ σεως προχεόμενος καὶ οὐδὲν ἕστηκε τῶν ἐν αὐτῷ σπουδαζο μένων οὐδὲ ἀναμένει τὴν πλησμονὴν τῶν ἐπιθυμούντων, πάντα δὲ τὰ προσπίπτοντα ὁμοῦ τε προσήγγισε καὶ θιγόντα παρέδραμε, καὶ τὸ ἀεὶ παρὸν τῷ σφοδρῷ τῆς παρόδου διαφεύγει τὴν αἴσθησιν, ὑπὸ τῆς κατόπιν ἐπιρροῆς τῶν ὀφθαλμῶν ἁρπαζομένων· διὰ τοῦτο λυσιτελὲς ἂν εἴη πόρρω τοῦ τοιούτου ῥεύματος ἑαυτοὺς ἀνέχειν, ὡς ἂν μὴ τῶν ἀστάτων περιεχόμενοι τῶν ἀεὶ ἑστώτων ὀλιγωρήσαι μεν. Πῶς γὰρ ἔστι τὸν