1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

12

Στερόπης, Ἄργης. λέγονται δὲ οὗτοι αὐτοὶ καὶ ἐξοχώτατοι χαλκεῖς τὴν τέχνην, οἵτινες διὰ τῆς οἰκείας τέχνης τὴν βροντὴν καὶ τὴν ἀστραπὴν τῷ ∆ιὶ κατεσκεύασαν. Κύκλωπες δὲ ἐλέγοντο, ὡς μὲν Ἡσίοδος, ὅτι ἕνα εἶχον κυκλοτερῆ ὀφθαλμὸν ἐν τῇ ὄψει, ὡς δὲ Τηλέφατος, ὅτι κυκλοτερῆ τινα νῆσον ᾤκουν. 4.66 Ἑξηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ἀλουργίδος. ἔστι δὲ αὕτη. Ἐν Τύρῳ παρὰ τὸν αἰγιαλὸν κύων ποιμενικὴ πορευομένη εὑροῦσα κογχύλιον ἔφαγεν. εἶτα τὸ αἷμα τοῦ κογχυλίου ἔβαψε τῆς κυνὸς τὸ στόμα. ὁ δὲ ποιμὴν νομίζων πεπλῆχθαι τὴν κύνα, λαβὼν ἔριον, ἀπέμαξε τὸ αἷμα τοῦ στόματος. καὶ εὕρηται ἡ μὲν κύων μηδὲν ἔχουσα, τὸ δὲ ἔριον τὴν τῆς πορφύρας ἀναδεδεγμένον βαφήν. εἶτα ἐγνωκὼς ὅτι τὸ κογχύλιον τοιαύτην ἔχει φύσιν βαπτικήν, ἐδημοσίευσεν αὐτὸ τοῦτο. καὶ οὕτω συνέλεγον ἐν τῇ θαλάττῃ τὰ κογχύλια, καὶ κατεσκεύασαν τὰς πορφύρας. 4.67 Ἑξηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὴν γεωργίαν καὶ τὴν ναυπηγίαν. ἔστι δὲ αὕτη καθὼς μυθεύεται. Ἡ ∆ημήτηρ εἶχε θυγατέρα τὴν Περσεφόνην. ταύτην ἥρπασεν ὁ Πλούτων. περιϊοῦσα δὲ ἡ ∆ημήτηρ καὶ ζητοῦσα τὴν θυγατέρα, ἦλθεν εἰς τὴν Ἀττικήν, καὶ καταλύει παρὰ Τριπτολέμῳ τινὶ ἐν κώμῃ Ἐλευσῖνι οὕτω καλουμένῃ. μανθάνει οὖν αὕτη παρὰ τοῦ Τριπτολέμου ὅτι ὁ Πλούτων ἥρπασε τὴν Περσεφόνην. καὶ ὑπὲρ ταύτης τῆς εὐεργεσίας δίδωσι τῷ Τριπτολέμῳ τὰ σπέρματα, λέγω δὴ σῖτον καὶ κριθήν, ἐντειλαμένη μὴ φθονῆσαι, ἀλλὰ περιελθεῖν καὶ σκορπίσαι τὰ σπέρματα πᾶσιν ἀνθρώποις. ἵνα μάθωσι τὸ σπείρειν καὶ γεωργεῖν καὶ ἐσθίειν τοὺς ἡμέρους καρπούς. πάλαι γὰρ ἤσθιον τοὺς βαλάνους ἐκ τῶν φηγῶν· ἔνθεν ἀπὸ τῆς φηγοῦ τὸ φαγεῖν εἴρηται. λέγεται δὲ ὅτι ὁ Τριπτόλεμος, λαβὼν ἅρμα δρακόντων πτερωτῶν, συμπαραλαβὼν καὶ τὸν Κελεόν, οὕτως ἐπλανᾶτο φιλοτιμούμενος τὰ σπέρματα. Λέγει δὲ ὁ θεῖος Γρηγόριος ὅτι καὶ ἡ ναυπηγία παρὰ Ἀθηναίοις εὕρηται. οἶμαι δὲ αὐτὸν λέγειν περὶ τῆς ναυμαχικῆς τέχνης. ναυμάχοι γὰρ κατ' ἄκρον Ἀθηναῖοι. ναῦς γὰρ λέγονται πρῶτοι Φοίνικες ναυπηγήσασθαι, τριήρεις δὲ Σεμίραμις. 4.68 Ἑξηκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Κελεὸν καὶ τὸν Ἰκάριον. Καὶ περὶ μὲν τοῦ Κελεοῦ εἴπομεν ἐν τῇ πρὸ ταύτης ἱστορίᾳ, ὅτι μετὰ τοῦ Τριπτολέμου ἐπλανᾶτο διδοὺς τὰ σπέρματα. περὶ δὲ τοῦ Ἰκαρίου ἐστὶν αὕτη. λέγεται ὅτι ὁ οἶνος παρὰ τοῦ ∆ιονύσου εὕρηται, διὸ καὶ ἔφορον τῆς ἀμπέλου λέγουσι τὸν ∆ιόνυσον. οὗτος οὖν ὁ ∆ιόνυσος ἐλθὼν ἐν Ἀθήναις Ἰκαρίῳτινὶ περιτυχών, δέδωκεν αὐτῷ κλῆμα ἀμπέλου φυτεῦσαι. καὶ ἐφύτευσε, καὶ ἐγεώργησεν οἶνον, καὶ ἔπιε καὶ αὐτός, καὶ δέδωκε καὶ ποιμέσι πιεῖν. οἱ δὲ ποιμένες μεθυσθέντες διὰ τὸ ἐκ παραδόξου πρῶτον πιεῖν νομίσαντες φαρμαχθῆναι παρὰ τοῦ Ἰκαρίου, ἀποκτείνουσιν αὐτόν. ἡ δὲ Ἠριγόνη, ἡ τούτου θυγάτηρ, διὰ τῆς κυνὸς τοῦ Ἰκαρίου γνοῦσα ὅτι τέθνηκεν, ἐποτνιᾶτο καὶ ἤσχαλλεν. καὶ ταύτην ἐλεήσαντες οἱ θεοὶ διὰ τὸ πάθος, μετέθηκαν αὐτὴν εἰς τὸν οὐρανόν. καὶ νῦν ἐστι, φησίν, ἐν τοῖς ἄστροις ἡ Ἠριγόνη. Τὸ δὲ λέγειν, Μυστήριον ὑμῖν αἰσχρὸν ταῦτα ἐποίησε, οὐ περὶ τοῦ Ἰκαρίου λέγει, ἀλλὰ περὶ τῆς κατὰ τὴν ∆ημήτραν μυθολογίας. λέγεται δὲ αὕτη οὐ μόνον δεδωκέναι αὐτοῖς τὰ σπέρματα, ἀλλὰ καὶ θεσμόν τινα μυστηρίων ἐδίδαξεν, ἅτινα τελοῦνται οἱ Ἕλληνες. ὡς γὰρ παρὰ τοῖς θεοδιδάκτοις Χριστιανοῖς ἐστι τὸ φώτισμα, οὕτω παρ' ἐκείνοις ἡ τοιάδε. ἡ δὲ τοιαύτη τῶν Ἑλλήνων ἑορτὴ λέγεται καὶ Μυστήρια καὶ Ἐλευσίνια καὶ ∆ημήτρια. 4.69 Ἑξηκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ θρησκεύειν καὶ τὸ μυεῖσθαι. ἔστι δὲ αὕτη. Λέγεται ὅτι Ὀρφεὺς, Θρᾷξ ὢν τὸ γένος καὶ θεολογήσας τὰ Ἑλλήνων μυστήρια, ἐδίδαξε πῶς τε καὶ ... δεῖ τιμᾶν θεούς. τοῦτο οὖν τὸ τιμᾶν θεοὺς ἐκάλεσεν θρησκεύειν, ὡς Θρᾳκίας οὔσης τῆς εὑρέσεως. ἄλλοι δὲ ἠτυμολόγησαν ὅτι τὸ θρησκεύειν παρῆκται ἀπὸ τοῦ οἱονεὶ θεοδερκεύειν, τουτέστι θεὸν ὁρᾶν. δέρκειν γάρ ἐστι τὸ ὁρᾶν. τὸ δὲ μυεῖσθαι εἴρηται ἢ παρὰ τὸ μυστήρια καὶ ἀπόρρητα τελεῖσθαι, ἢ διὰ τὸ μύοντας τὰς αἰσ θήσεις καὶ ἐπέκεινα γινομένους πάσης σωματικῆς φαντασίας οὕτως εἰσδέχεσθαι τὰς θείας ἐλλάμψεις. 4.70 Ἑβδομηκοστή ἐστιν ἱστορία ἡ περὶ τοῦ