Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβοῶν, τὸ διὰ πολλῶν κακώσεων ἀχθέντας ἀνθρώπους τυγχάνειν ἀγαθῶν ἐν αἰωνίῳ ζωῇ ἐκ νεκρῶν ἀναστάντας· ὃ δὴ τῶν θείων ὕμνων κεφάλαιον καὶ θεοῦ μάλιστα δεικτικόν, καθὸ μηδεὶς τῶν λεγομένων εἶναι θεῶν ἁμιλλήσαιτο ἄν. θεὸς γὰρ ὁ πάντα ζωογονῶν ἐν ᾧ γινώσκεται Χριστὸς υἱὸς ὢν θεοῦ ἀνάστασίν τε καὶ ζωὴν εἶναι λέγων ἑαυτὸν καὶ τοῦτο ἔργῳ δεικνύς, ὥστε, εἰ καὶ παρὰ Χριστοῦ ταῦτα ὡς ἀνθρώπου πρὸς τὸν πατέρα λεγόμενα, προσήκει καὶ πρὸς αὐτὸν λέγεσθαι παρὰ ἀνθρώπων ὡς πρὸς υἱόν τε καὶ εἰκόνα θεοῦ· πρωτότοκος γάρ ἐστιν ἐκ νεκρῶν ἀνθρώπου τρόπῳ κατελθών, ἀνελθὼν δὲ δυνάμει θεοῦ αὐτουργὸς ὢν τῆς ἀνόδου, ὡς λέγει πρὸς Ἰουδαίους, ἐν ᾧ τὸ τῆς θεότητος ἐξαίρετον δείκνυται. 100α πς 70,21 Εἰ καὶ ἐμφανῆ σου τὴν μεγάλην κατέστησας δύναμιν παραδοὺς τὴν ἀνθρωπίνην φύσιν εἰς θάνατον, ἀλλὰ τῷ παρὰ ἀνθρώποις ἀπελπισθέντι τὴν νέαν ἀπέδωκας καὶ μακαρίαν ζωήν.

101a Ps 71,1.2 Ἡ Χριστοῦ δόξα μετὰ τὸ πάθος ὑμνεῖται. τύπος δὲ ὁ Σολομὼν

καὶ ἡ τῆς ἐκείνου βασιλείας εἰρήνη καὶ ἡ τοῦ δικαίου προστασία καὶ τὸ τῆς σοφίας ἔνδοξον καὶ ἡ παρὰ πάντων ἀνθρώπων τιμή, ὑπὲρ δὲ τὸν τύπον τὸ μέχρι συντελείας διαμένειν τὰς ἡμέρας τοῦ βασιλέως καὶ τὴν εἰρήνην αὐτοῦ καὶ τὸν καρπὸν αὐτοῦ διαφανέστατον γίνεσθαι. ταῦτα γὰρ οὐδαμῶς ἥρμοσε Σολομῶνι τῷ βραχὺν μὲν διαγενομένῳ χρόνον, ἐσχηκότι δὲ καὶ τοὺς ἐναντιουμένους, καρπὸν δὲ οὐδένα ἐξ αὐτοῦ καταλιπόντι ἀλλ' ἕνα παῖδα καὶ τοῦτον οὐ διαφυλάξαντα τὴν παραδοθεῖσαν αὐτῷ βασιλείαν· Χριστοῦ δὲ τὸ διενεκὲς καὶ ἀσάλευτον κράτος καὶ καρπὸς ἐπιφανέστατος οἱ πιστεύσαντες· τελεώτερα δ' ἐν αὐτῷ καὶ τὰ λοιπὰ τὰ τυπικῶς ἐπὶ τοῦ Σολομῶνος πεφθακότα γενέσθαι ἃ καθ' ἕκαστον ἐπιὼν ὁ λόγος ἐξηγήσεται. Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τὸν πτωχόν σου ἐν κρίσει. Καὶ βασιλεύς ἐστι καὶ υἱὸς βασιλέως τοῦ ∆αυὶδ ὁ δεσπότης Χριστὸς κατὰ τὴν σάρκα καὶ διὰ τοῦτο ἐκ γένους ἀναστὰς τοῦ βασιλικοῦ, ἵνα τὴν πατρῴαν κατορθώσειε βασιλείαν κατὰ τὴν Ἡσαΐου προφητείαν καὶ θείαν αὐτὴν ἀντ' ἀνθρωπίνης ποιήσειεν καὶ, ὅπερ οὐκ ἦν ἐν ἀνθρωπίνῃ βασιλείᾳ, τὸ τῆς δικαιοσύνης ἀκριβὲς ἐφαρμόσειε τοῖς ὑπηκόοις καὶ τοῖς ἀδικουμένοις ἀποδοίη τὸ μὴ ἀδικεῖσθαι· οὐδὲ γὰρ ἐπ' αὐτοῦ τοῦτο ἐφυλάχθη τοῦ ∆αυίδ· εἰ καὶ τὰ μάλιστα δίκαιος καὶ ἀρέσκων θεῷ παρὰ τοὺς ἄλλους, ἀλλὰ καὶ αὐτουργὸς ἀδικίας ἐγένετο τῆς πρὸς τὸν Οὐρίαν. τὸ γὰρ τοῦ Σολομῶνος καὶ μείζων ἀδικίας ἣν εἰς ἀσέβειαν τεῖνον ἡ τῶν εἰδώλων κατασκευή· ἀλλ' οὕτως ἐστὶν ὁ καὶ διὰ Ἡσαΐου καὶ διὰ Ἱερεμίου προειρημένος βασιλεὺς δίκαιος καθήμενος ἐπὶ θρόνου μετ' ἐλέους κατορθουμένου, κρίνων καὶ ζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην ὡς ὁ Ἡσαΐας φησίν, συνιεῖς δὲ καὶ ποιῶν κρίμα καὶ δικαιοσύνην ὡς ὁ Ἱερεμίας λέγει. 102a Ps 71,5 Ὁ δὲ Σύμμαχος ἐξέδωκε Καὶ φοβηθήσονται αὐτὸν ἐφ' ὅσον ὁ ἥλιος· σύμφωνον τῷ πρὸς τὴν ἁγίαν παρθένον ὑπὸ τοῦ Γαβριὴλ Καὶ δώσει αὐτῷ κύριος τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας. 103A Ps 71,10.11 Πρὸς δὲ τὴν Ἱερουσαλὴμ ταῦτα καὶ Ἡσαΐας φησὶν Ὅτι μεταβαλεῖ εἰς σὲπλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν· καὶ ἥξουσιν ἀγέλαι καμήλων καὶ καλύψουσι κάμηλοι Μαδιάμ, καὶ ἐλέφαντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ τὸ σωτήριον τοῦ θεοῦ εὐαγγελιοῦνται. καὶ διὰ Ἁγγαίου δὲ λέγεται Ἔτι ἐγὼ ἅπαξ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν καὶ συσσείσω πάντα τὰ ἔθνη· καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει κύριος παντοκράτωρ. 104 Ps 71,16 Κομᾷ

13