1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

13

τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. Καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει ἑνός τινος τῶν ἀδελφῶν γυμνη τεύοντος. «Γυμνὸς γάρ, φησίν, ἤμην, καὶ περιεβάλετέ με. Καὶ ἄλλου ἐν φυλακῇ ὄντος ἑαυτὸν ἔφη εἶναι τὸν καθειργ μένον. Αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε. Μία δὲ τῶν ἀσθενειῶν ἐστι καὶ ἡ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε. ∆ιὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περισ τατικὰ ἰδιοποιεῖται ὁ Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος. 8.9 Ἀλλὰ καὶ τὸ «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν» λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγ γέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί. Εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ αὐτεξούσιον καὶ ἴσην ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπήν, ὁ δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ, οὐ κτίσμα ὁ Υἱός. Εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί. Καὶ πάλιν οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται. Ὁ δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Οὐκ ἄρα κτίσμα ὁ Υἱός. Καὶ πάλιν πάντα τὰ κτίσματα ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά. Ὁ δὲ Υἱὸς αὐτοδικαιοσύνη καὶ ἄϋλός ἐστιν· οὐκ ἄρα κτίσμα ὁ Υἱός. Εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί. 8.10 Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις, κατὰ τὴν δύναμιν τὴν ἡμετέραν, τῶν τεθέντων ῥητῶν. Ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ Ἁγίῳ τῷ λόγῳ χωρήσωμεν καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Κτίσμα λέγεις τὸ Πνεῦμα τὸ Ἅγιον. Πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος. «Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά». Εἰ δὲ δοῦλον, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ὃ ἐπίκ τητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον κατ' οὐσίαν ὂν ἅγιον πηγὴ ἁγιασμοῦ προσαγορεύεται· οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον. Εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. Πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθε ροῦντά σε τῆς δουλείας; «Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύ ματος τῆς ζωῆς ἠλευθέρωσέ σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρ τίας». Ἀλλ' οὐδὲ τρεπτὴν αὐτοῦ ποτε τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις, ὡς ἀστραπή, πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ καὶ ἐξέ πεσε τῆς ὄντως ζωῆς, διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίω σιν. Τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος καὶ τὸ ἀγγελικὸν ἀπορρίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος, ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης. Ἔπειτα εἰ κτίσμα λέγοι τὸ Πνεῦμα τὸ Ἅγιον, πεπερατωμένην αὐτοῦ τὴν φύσιν εἰσάγει. Πῶς οὖν σταθήσεται τὸ «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην» καὶ τὸ «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου»; Ἀλλ' οὐδ' ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. Ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. Πᾶν δὲ ὃ ἓν ἀριθμῷ τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν. Εἰ δὲ μὴ ἁπλοῦν ἐστι τὸ Πνεῦμα τὸ Ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθε τον. Καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ Ἅγιον καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ; 8.11 Εἰ δὲ δεῖ προσβῆναι τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μεί ζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ Ἁγίου Πνεύματος θεωρήσωμεν. Τρεῖς κτίσεις εὑρήκαμεν ὀνομα ζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν, δευτέραν δὲ τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν, τρίτην δὲ τὴν ἐξανάστασιν τῶν νεκρῶν. Ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ Ἅγιον Πνεῦμα. Οὐρανῶν γὰρ οὐσίωσις. Καὶ τί φησιν ὁ ∆αβίδ; «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε ρεώθησαν καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». Πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζε ται. «Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις». Καὶ τί φησι τοῖς μαθηταῖς ὁ Σωτήρ;