ἐστιν, ὦ τέκνον;" ἡ δὲ ἐπισχοῦσα μικρόν, "ἀλλὰ νῦν γε" ἔφη "συνορῶ τὸ λεχθέν. ὡς γὰρ ταῦτα ἐμοὶ δακρύον τες ἐνεχείριζον, σκόπει, ἔφασαν, ὦ τέκνον· ἡμεῖς γὰρ ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν ἐνεχθέντες, αὐτίκα ἐπανήξομεν." τοῦτο συμφανέστατα δαίμονας εἶναι τοὺς φανέντας ἀπήλεγξεν. 6.8.1 καὶ οἱ μὲν ἀπιόντες ᾤχοντο ὁπῃδήποτε καὶ ἀπῄεσαν· ὁ δὲ πατὴρ τὴν παῖδα παραλαβὼν τεθειασμένην καὶ σωφρόνως ἐνθουσιῶσαν, συνεχώρει τε ζῆν ὅπως βούλεται, καὶ περιειργάζετο τῶν κατ' ἐκείνην οὐδέν, πλὴν ὅσα γε πρὸς 6.8.2 τὴν σιωπὴν αὐτῆς ἐδυσχέραινεν. ἡ δὲ προϊοῦσα εἰς μέτρον ἀκμῆς, διδασκάλων τε ἄλλων οὐ τυχοῦσα, τά τε τῶν ποιητῶν βιβλία διὰ στόματος εἶχε καὶ φιλοσόφων καὶ ῥητόρων, καὶ ὅσα γε τοῖς πεπονηκόσι καὶ τεταλαιπωρημένοις μόλις ὑπῆρχε καὶ ἀμυδρῶς εἰδέναι, ταῦτα ἐκείνη μετ' ὀλιγωρίας ἔφραζε, εὐκόλως καὶ ἀλύπως εἰς τὸ σαφὲς ἐπιτρέχουσα. 6.8.3 ἔδοξε γοῦν αὐτῇ καὶ ἀνδρὶ συνελθεῖν. καὶ ἀναμφίλεκτον ἦν ὅτι ἐξ ἁπάντων ἀνδρῶν μόνος Εὐστάθιος ἄξιος ἦν τοῦ γάμου. ἡ δὲ πρὸς Εὐστάθιος καὶ τοὺς παρόντας εἰποῦσα· "ἀλλ' ἄκουε μὲν <σύ,> Εὐστάθιε, συμμαρτυρούντων δὲ οἱ παρόντες. παῖδας μὲν ὑπὸ σοὶ τέξομαι τρεῖς, πάντες δὲ τὸ ἀνθρώπινον δοκοῦν ἀγαθὸν <οὐδὲν> ἀτυχήσουσι, πρὸς τὸ 6.8.4 θεῖον δὲ [οὐδὲ] εἷς. καὶ σὺ δὲ προαπολείψεις ἐμέ, καλὴν μεταλαχὼν λῆξιν καὶ πρέπουσαν, ἐγὼ δὲ ἴσως κρείσσονα. σοὶ μὲν γὰρ περὶ σελήνην ἡ χορεία, καὶ οὐκέτι λατρεύσεις καὶ φιλοσοφήσεις τὸ πέμπτον, οὕτω γάρ μοί φησιν τὸ σὸν εἴδωλον, ἀλλὰ καὶ τὸν ὑπὸ σελήνην παρελεύσῃ τόπον σὺν 6.8.5 ἀγαθῇ καὶ εὐηνίῳ φορᾷ· ἐγὼ δὲ καὶ ἐβουλόμην μὲν εἰπεῖν τὰ κατ' ἐμαυτήν," εἶτα ἐπισιωπήσασα τῷ λόγῳ βραχύν τινα χρόνον, "ἀλλ' ὁ ἐμός," ἀνεφθέγξατο, "θεός με κωλύει." 6.8.6 ταῦτα εἰποῦσα, Μοῖραι γὰρ οὕτως ἔνευον, τῷ τε Εὐσταθίῳ συνῆλθε, καὶ τὰ λεχθέντα οὐδὲν διέφερε τῶν ἀκινήτων μαντειῶν, πάντα γὰρ ἐγένετο καὶ ἀπέβη καθάπερ γεγενημένα. 6.9.1 Προσιστορῆσαι δὲ τοῖς γεγενημένοις τάδε ἀναγκαίως εἴη· Σωσιπάτρα, μετὰ τὴν ἀποχώρησιν Εὐσταθίου, πρὸς τὰ αὑτῆς ἐπανελθοῦσα κτήματα, περὶ τὴν Ἀσίαν καὶ τὸ παλαιὸν Πέργαμον διέτριβεν· καὶ ὁ μέγας Αἰδέσιος θερα6.9.2 πεύων αὐτὴν ἠγάπα, καὶ τοὺς παῖδας ἐξεπαίδευε. καὶ ἀντεκάθητό γε αὐτῷ φιλοσοφοῦσα κατὰ τὴν ἑαυτῆς οἰκίαν ἡ Σωσιπάτρα, καί, μετὰ τὴν Αἰδεσίου συνουσίαν, παρ' ἐκείνην φοιτῶντες, οὐκ ἔστιν ὅστις τὴν μὲν ἐν λόγοις ἀκρίβειαν Αἰδεσίου <οὐ> περιηγάπα καὶ συνεθαύμαζεν, τὸν δὲ τῆς γυναικὸς ἐνθουσιασμὸν προσεκύνει καὶ ἐσεβάζετο. 6.9.3 Φιλομήτωρ γοῦν τις αὐτῆς ἀνεψιὸς ὤν, τοῦ τε κάλλους ἡττηθεὶς καὶ τῶν λόγων, εἰς ἔρωτα ἀφίκετο, καὶ τὴν γυναῖκα εἰδὼς θειοτέραν· ἔρως δὲ συνηνάγκαζε καὶ κατεβιάζετο. καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν πολύς, καὶ ἡ γυνὴ συνησθάνετο τῆς πείρας· καὶ πρὸς τὸν Μάξιμον, οὗτος δὲ ἀνὰ τὰ πρῶτα τῆς ὁμιλίας ἐφέρετο τοῦ Αἰδεσίου, καὶ οὐδὲ συγ6.9.4 γενείας κεχώριστο· "ἀλλὰ κατάμαθέ γε, ὦ Μάξιμε, ἵνα μὴ πράγματα ἐγὼ ἔχω, τί τὸ περὶ ἐμὲ πάθος ἐστί." τοῦ δὲ ὑπολαβόντος· "τί γάρ ἐστι τὸ πάθος;" "ἂν μὲν παρῇ Φιλομήτωρ," ἔφη πρὸς αὐτόν "Φιλομήτωρ γέ ἐστι, καὶ 6.9.5 διαφέρει τῶν πολλῶν ὑμῶν οὐδὲ ἕν· ἂν δὲ ἀποχωροῦντα θεάσωμαι, δάκνεταί μου καὶ στρέφεταί πως πρὸς τὴν ἔξοδον ἔνδον ἡ καρδία. ἀλλ' ὅπως ἀθλήσῃς περὶ ἐμοὶ καὶ θεοφιλὲς ἐπιδείξῃ τι," προσέθηκεν. καὶ ὁ μὲν Μάξιμος ἐξῄει τοιαῦτα ἀκηκοώς, ὑπέρογκος ὤν, ὡς ἂν ἤδη τοῖς θεοῖς ὁμιλῶν, ὅτι 6.9.6 ὑπὸ τοσαύτης γυναικὸς τοιαῦτα ἐπεπίστευτο. Φιλομήτωρ δὲ τοῖς προτεθεῖσιν ἐνέκειτο, Μάξιμος δὲ ἀντενέκειτο, διὰ σοφίας μὲν θυτικῆς καταμαθὼν ᾧτινι κέχρηται, βιαιοτέρῳ δὲ καὶ δυνατωτέρῳ καταλύσας τὸ ἔλαττον. καὶ ὁ μὲν ταῦτα συντελέσας ὁ Μάξιμος ἔδραμε παρὰ τὴν Σωσιπάτραν, καὶ παραφυλάττειν ἠξίου μάλα ἀκριβῶς, εἰ τὸ αὐτὸ τοῦ λοιποῦ 6.9.7 πείσεται· ἡ δὲ οὐκέτι πάσχειν ἔφη, καὶ τήν γε εὐχὴν ἀπήγγειλε τῷ Μαξίμῳ καὶ τὴν ἅπασαν πρᾶξιν, καὶ τήν γε ὥραν προσέθηκεν, ὥσπερ συμπαροῦσα, καθ' ἣν ταῦτα