13
καὶ ὁ ἅγιος Παῦλος τί φησι τῷ Τίτῳ; «Ἐν τῇ διδασκαλίᾳ, ἄφθορον λόγον, ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον·» ὁ δὲ μακάριος ∆αβὶδ καὶ προσεύχεται λέγων· «Ῥῦσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων,» ἀνθρώπους καὶ τοὺς δαίμονας ὀνομάζων διὰ τὸ τῆς φύσεως λογικόν· ἀλλὰ καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις, ἐχθρὸν ἄνθρωπον εἶπε τὸν σπείραντα ἡμῖν τὰ τῆς κακίας ζιζάνια. Οὗ καὶ ῥυσθείημεν χάριτι τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, ᾧ πρέπει τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 40.1240
Ξ†ʹ. Εἰσί τινες τῶν ἀκαθάρτων δαίμονες, οἵτινες ἀεὶ τοῖς ἀναγινώσκουσι
προκαθέζονται, καὶ τὸν νοῦν αὐτῶν ἁρπάζειν ἐπιχειροῦσι, πολλάκις καὶ ἀπ' αὐτῶν τῶν θείων Γραφῶν λαμβάνοντες ἀφορμὰς, καὶ εἰς λογισμοὺς πονηροὺς καταλήγοντες· ἔστι δ' ὅτε καὶ παρὰ τὴν συνήθειαν χασμᾶσθαι καταναγκάζοντες, καὶ ὕπνον βαρύτατον ἐπιβάλλοντες, πολὺ τοῦ συνήθους ἀλλότριον· ὡς μέν τινες τῶν ἀδελφῶν ἐφαντάσθησαν, κατὰ φυσικὴν ἀντίθεσιν ἄῤῥητον· οὕτω δὲ ἐγὼ παρατηρήσας πολλάκις, κατέμαθον· ἐφαπτόμενοι τῶν βλεφάρων καὶ ὅλης τῆς κεφαλῆς, καὶ ταύτην τῷ οἰκείῳ σώματι καταψύχοντες· ψυχρὰ γὰρ λίαν τὰ τῶν δαιμόνων σώματα, καὶ κρυστάλλῳ παρεμφερῆ· ὅθεν καὶ ὡς ὑπὸ σικύας αἰσθανόμεθα τῆς κεφαλῆς ἑλκομένης μετὰ τρισμοῦ. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τὴν ἐναποκειμένην τῷ κρανίῳ θερμότητα πρὸς ἑαυτοὺς ἐπισπώμενοι, ὑπὸ τῆς ὑγρότητος λοιπὸν καὶ ψυχρότητος χαλασθέντα τὰ βλέφαρα, περιῤῥυῇ ταῖς κόραις τῶν ὀφθαλμῶν. Πολλάκις γοῦν ψηλαφήσας, κατέλαβον δίκην κρυστάλλου πεπηγότα τὰ βλέφαρα, τὴν δὲ ὄψιν νενεκρωμένην ὅλην καὶ φρίσσουσαν. Καίτοι ὁ φυσικὸς ὕπνος θερμαίνειν μὲν τὰ σώματα πέφυκε. καὶ τῶν ὑγιαινόντων τὰς ὄψεις ἀνθηρὰς ἀπεργάζεται, ὡς ἔστι καὶ ἀπ' αὐτῆς τῆς πείρας μαθεῖν· τὰς δὲ παρὰ φύσιν καὶ διατεταμένας, χάσμα ποιοῦσι, λεπτύνοντες ἑαυτοὺς, καὶ τῶν ἔνδον τοῦ στόματος ἐφαπτόμενοι. Ἀλλὰ τοῦτο μὲν ἐγὼ μέχρι τῆς σήμερον οὐκ ἐνόησα, καίτοι πολλάκις αὐτὸ πεπονθώς· τοῦ δὲ ἁγίου Μακαρίου ἤκουσα τοῦτό μοι λελαληκότος, καὶ εἰς ἀπόδειξιν φέροντος, τοῦ σφραγίζειν τοὺς χασμωμένους τὸ στόμα, κατὰ ἀρχαίαν παράδοσιν ἄῤῥητον. Ταῦτα δὲ πάντα πάσχομεν, διὰ τὸ μὴ προσέχειν νηφόντως ἡμᾶς τῇ ἀναγνώσει, μηδὲ μεμνῆσθαι, ὅτι λόγια ἅγια Θεοῦ ζῶντος ἀναγινώσκομεν. 40.1241
ΣΖʹ. Ἐπειδὴ δὲ γίνονται καὶ διαδοχαὶ τῶν δαιμόνων, τοῦ πρώτου κατὰ τὸν
πόλεμον ἀσθενήσαντος, καὶ τὸ προσφιλὲς αὐτῷ πάθος κινῆσαι μὴ δυναμένου, ταύτας παρατηρήσαντες, εὑρίσκομεν οὕτως· Ὅταν πάθους τινὸς ἐν χρόνῳ πολλῷ σπανίσωσι λογισμοὶ, καὶ γένηται αἰφνίδιος τούτου ζέσις καὶ κίνησις, ἡμῶν μηδεμίαν ἀφορμὴν δεδωκότων ἐξ ἀμελείας, τότε γινώσκομεν, ὅτι χαλεπώτερος ἡμᾶς τοῦ προτέρου διεδέξατο δαίμων, καὶ τὸν τόπον τοῦ πεφευγότος οὗτος τηρῶν, οἰκείᾳ πονηρίᾳ προσανεπλήρωσεν. Ἀλλὰ καὶ οὗτος τῆς ψυχῆς ἡμῶν πάνυ συνίησι, πολλῷ σφοδρότερον παρὰ τὴν συνήθειαν πολεμούμενος, καὶ τῶν χθὲς καὶ τρίτην ἡμέραν λογισμῶν ἀθρόως ἐκπεπτωκὼς, μηδεμιᾶς ἔξωθεν παρεμπεσούσης προφάσεως. Φευγέτω τοίνυν ὁ νοῦς ταῦτα θεώμενος πρὸς τὸν Κύριον, τὴν περικεφαλαίαν τὴν σωτηρίου δεξάμενος, καὶ τὸν θώρακα τῆς δικαιοσύνης ἐνδυσάμενος, καὶ τὴν μάχαιραν σπασάμενος τοῦ πνεύματος, καὶ τὸν θυρεὸν κουφίσας τῆς πίστεως, λεγέτω εἰς τὸ οἰκεῖον μετὰ δακρύων ἀναβλέψας οὐρανόν· «Κύριε» Χριστὲ, «δύναμις τῆς σωτηρίας μου, κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον καταφυγῆς τοῦ σῶσαί με.» Μάλιστα δὲ νηστείαις καὶ ἀγρυπνίαις στιλβωσάτω τὴν μάχαιραν. Ἐν ἑπτὰ γὰρ ὅλαις ἡμέραις θλιβήσεται πολεμούμενος, καὶ βαλλόμενος τοῖς πεπυρωμένοις βέλεσι τοῦ Πονηροῦ, καὶ μετὰ