Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι διὰ τοῦ θείου νόμου παιδευόμενος, ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς, ἐν εργῆσαι δὲ αὐτὴν κωλυόμενος ὑπὸ τῆς σαρκός, παρ' αὐτοῦ βοηθείας οὐκ ἀξιοῦμαι· ἀλλ' ὁ τῶν μελῶν μου νόμος ἀμετραίνων οἴχεται μετὰ πολέμου λάφυρον κατακτώμενος. {Rom 7,24-25a } Οὐκ εἶπεν κακὸς ἄνθρωπος οὐδὲ πονηρός, ἀλλὰ ταλαίπωρος. προδιηγησάμενος γὰρ καὶ δείξας αὐτὸν τῷ νῷ μὲν ὁρῶντα πρὸς τὸ καλόν, ὑποσυρόμενον δὲ πρὸς τὸ φαῦλον τῷ πάθει τῷ τῆς σαρκός, εἰκότως ὡς ἐλεεινὸν μᾶλλον ταλαίπωρον προσηγόρευσεν, οὐχ ὡς μισητὸν πονηρόν. θαυμασιώτατα δὲ ἔφη τὸ τίς, ἐμφαίνων διὰ τῆς ἀπορήσεως τὸ τοῦ πράγματος δύσκολον. τίς οὖν ἄρα, φησί, τοσοῦτος, ὅς με τῆς τυραννίδος τοῦ σώματος ἀπαλλάξει, ὑφ' ἧς πρὸς ἁμαρτίαν καθελκόμενος θανατοῦμαι; σῶμα γὰρ θανάτου τὸ θανάτου παραίτιον λέγει, ἐκ τοῦ ἀποτελέσματος αὐτὸ προσειπών. ὑποδείξας δὲ αὐτάρκως τὴν ἀνάγκην καὶ δηλώσας τὸ τοῦ πράγματος μέγεθος, ἐπάγει μετ' εὐχαριστίας καὶ ὕμνου τὸν εὐεργέτην δηλῶν· εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, τοῦτο λέγων ὅτι χάρις τῷ φιλανθρώπῳ θεῷ δωρησαμένῳ τὴν ἀθανασίαν ἡμῖν καὶ τὴν ἀφθαρσίαν καὶ τὴν ἀπάθειαν διὰ τῆς οἰκονομίας τῆς κατὰ τὸν κύριον ἡμῶν Ἰησοῦν, 375 ὃς μεγαλοφώνῳ πρὸς ἡμᾶς κηρύγματι κέκραγεν· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀνα παύσω ὑμᾶς. {Rom 7,25b- 8,2} Ἀποδοὺς τῷ εὐεργέτῃ τὴν καθήκουσαν εὐφημίαν ἔχεται τοῦ προκει μένου· ἐγὼ τοίνυν ὁ αὐτὸς θεοῦ τε δοῦλος καὶ ἁμαρτίας εἰμί, καί με διὰ τοῦ παθητοῦ τῆς σαρκὸς ἡ ἁμαρτία μερίζεται πρὸς θεόν. ὑποδείξας δὲ τῶν ὑπὸ νόμον τὸ πρὸς δικαίωσιν ἐλλιπές, ἐπιφέρει τὸ τῆς χάριτος τέλειον καί φησιν· οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ καὶ τὰ ἑξῆς. ἀλλ' ἰδοὺ γὰρ νῦν, ἡ διὰ Χριστοῦ χάρις, φησί, τῆς κατακρίσεως ταύτης ἡμᾶς ἠλευθέρωσεν· πρὸς γὰρ ἀπαθῆ καὶ ἀθάνατον ζωὴν διὰ τῆς τοῦ πνεύματος δωρεᾶς μεθιστάμενοι καὶ ὅλοι πνευματικοὶ δι' ὅλων γινόμενοι, τῆς τε ἁμαρτίας ἀπαλλαττόμεθα καὶ τοῦ θανάτου τοῦ δι' αὐτήν. {Rom 8,34} Ἣν ὁ νόμος, φησί, δικαίωσιν ὑπαγορεύων ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτην ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ θεός· τὸν γὰρ υἱὸν πέμψας τὸν ἑαυτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα παθητήν τε καὶ ἁμαρτεῖν ἐπιδεχομένηνὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησίν, ὡς καὶ τὸ ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος ἀντὶ τοῦ γενόμενος ἄνθρω ποςταύτην οὖν ἔχοντα τὴν σάρκα, φησίν, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας περὶ ἁμαρτίας, τοῦτ' ἔστιν ἐφ' ᾧ τὴν ἁμαρτίαν καταγωνίσασθαι, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, κατε δίκασεν αὐτὴν ἐν αὐτῇ, ἀνέπαφον αὐτὴν καὶ ἀνάλωτον παντελῶς διαφυ λάξας αὐτήν. ἢ καὶ ἄλλως. ὅτι περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἀντὶ τοῦ ἀναμαρτήτου τῆς σαρκὸς οὔσης αὐτῷ καὶ οὐχ ὑποκειμένης διὰ τοῦτο θανάτῳ, κατέκρινε μὲν περὶ ἁμαρ τίας τὴν ἁμαρτίαν ὁ θεὸς ἐν αὐτῇ, ὡς οὐκ ἐν δίκῃ τῷ θανάτῳ τὴν τοῦ κυρίου σάρκα περιβαλοῦσαν. διὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐκείνην μετέβαλε πρὸς ἀπάθειαν, καὶ οὕτω λοιπὸν ἡ τοῦ νόμου δικαίωσις ἐν ἡμῖν κατορθοῦται διὰ πίστεως ἡμῶν ἑνουμένων αὐτῷ καὶ πνευματικῶν ἀντὶ σαρκικῶν γινομένων. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας εἰρημένον αὐτῷ ὅτι ἀπὸ πάντων ὧν οὐκ ἐδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 376
{Rom 8,56} Ὥσπερ, φησί, τοὺς ὄντας φθαρτοὺς καὶ τὸ φρόνημα φθαρτὸν
ἔχειν ἀνάγκη, οὕτω καὶ τοὺς ὄντας ἀφθάρτους ἄφθαρτον εἰκός ἐστιν ἔχειν καὶ τὸ φρόνημα, ἑκατέρων ἀνάλογον τῆς οἰκείας φύσεως τὸν λογισμὸν κεκτημένων. τὸ γὰρ φρόνημα, φησί, τῆς σαρκὸς θάνατος, θάνατον τοῦτ' ἔστι προξενοῦν καὶ πρὸς κόλασιν παροξύνον θεόν. τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη, τοῦτ' ἔστιν