1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

13

προσπαθοῦντά τινι τῶν ἐν τῷ βίῳ τούτῳ διὰ τέλους ἔχειν τὸ ποθούμενον; Τί τῶν μάλιστα σπουδαζομένων εἰσαεὶ παραμένει τοιοῦτον; Ποία νεότητος ἀκμή; Τίς δυνάμεως ἢ μορφῆς εὐμοιρία; Τίς πλοῦτος; Ποία δόξα; Τίς δυναστεία; Οὐ πάντα τὰ τοιαῦτα μικρὸν ἀνθήσαντα χρόνον πάλιν ἀπερρύη καὶ πρὸς τὴν ἐναντίαν ἐπωνυμίαν μετέπεσε; Τίς ἐνεβίω διὰ παντὸς τῇ νεότητι; Τίνι διήρκεσε διὰ τέλους ἡ δύναμις; Τὸ δὲ τοῦ κάλλους ἄνθος ἆρ' οὐχὶ καὶ αὐτῶν τῶν κατὰ τὸ ἔαρ προφαινομένων ὠκυμορώτερον ἡ φύσις ἐποίησε; Τὰ μέν γε ὥρας ἐπι λαβούσης ἐβλάστησε, καὶ μικρὸν ἀπανθήσαντα χρόνον πάλιν ἀνήβησε, καὶ πάλιν ἀπερρύη, καὶ πάλιν ἐκόμησε, καὶ τὸ νῦν κάλλος καὶ εἰς νέωτα ἔδειξε. Τὸ δὲ ἀνθρώπινον ἄνθος ἅπαξ ἡ φύσις κατὰ τὸ ἔαρ τῆς νεότητος δείξασα εἶτα ἀπέ σβεσε, τῷ χειμῶνι τοῦ γήρως ἐναφανίσασα. Ὡσαύτως καὶ τὰ ἄλλα πάντα πρὸς καιρόν τινα τὴν τῆς σαρκὸς αἴσθησιν ἀπατήσαντα εἶτα παρέδραμε καὶ συνεκαλύφθη τῇ λήθῃ. 4.8 Ἐπεὶ οὖν αἱ τοιαῦται μεταβολαὶ κατά τινα τῆς φύσεως ἀνάγκην συμβαίνουσαι λυποῦσι πάντως τὸν ἐν προσπα θείᾳ γινόμενον, μία τῶν τοιούτων ἐστὶ κακῶν ἀποφυγή, τὸ μηδὲν τῶν μεταβαλλομένων τῇ ψυχῇ προστεθῆναι, ἀλλ' ὡς ἔστι δυνατὸν χωρισθῆναι τῆς πρὸς πάντα τὸν βίον τὸν ἐμπαθῆ τε καὶ σάρκινον ὁμιλίας, μᾶλλον δὲ καὶ τῆς πρὸς τὸ σῶμα τὸ ἑαυτοῦ συμπαθείας ἔξω γενέσθαι, ὡς ἂν μὴ κατὰ σάρκα βιοὺς ὑπεύθυνος γένηται ταῖς ἐκ τῆς σαρκὸς συμφοραῖς. Τοῦτο δέ ἐστι τὸ μόνῃ τῇ ψυχῇ ζῆν καὶ μιμεῖσθαι κατὰ τὸ δυνατὸν τὴν τῶν ἀσωμάτων δυνάμεων πολιτείαν, ἐν ᾗ «οὔτε γαμοῦσιν οὔτε γαμίσκον», ἀλλ' ἔργον αὐτοῖς καὶ σπουδὴ καὶ κατόρθωμα τὸ θεωρεῖν τὸν πατέρα τῆς ἀφθαρσίας ἐστὶ καὶ πρὸς τὸ ἀρχέτυ πον κάλλος τὴν ἰδίαν καλλωπίζειν μορφὴν διὰ τῆς ἐνδεχομένης μιμήσεως. 4.9 Ταύτης οὖν τῆς διανοίας καὶ τῆς ὑψηλῆς ἐπιθυμίας συνεργόν, καθὼς τῇ γραφῇ δοκεῖ, καὶ βοηθὸν τῷ ἀν θρώπῳ τὴν παρθενίαν δεδόσθαι φαμέν. Καὶ ὥσπερ τῶν λοιπῶν ἐπιτηδευμάτων τέχναι τινὲς πρὸς τὴν ἑκάστου τῶν σπουδαζομένων ἀπεργασίαν ἐπενοήθησαν, οὕτω μοι δοκεῖ καὶ τὸ τῆς παρθενίας ἐπιτήδευμα τέχνη τις εἶναι καὶ δύναμις τῆς θειοτέρας ζωῆς πρὸς τὴν ἀσώματον φύσιν τοὺς ἐν σαρκὶ ζῶντας ὁμοιοῦσθαι διδάσκουσα.

5.t Κεφάλαιον εʹ Ὅτι προηγεῖσθαι χρὴ τὴν τῆς ψυχῆς ἀπάθειαν τῆς

σωματικῆς καθαρότητος.

5.1 Πᾶσα γάρ ἐστι σπουδὴ τοῦ τοιούτου βίου, ὅπως μὴ τὸ ὑψηλὸν τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν ταπεινωθείη, καὶ ἀντὶ τοῦ μετεωροπορεῖν καὶ εἰς τὰ ἄνω βλέπειν τὴν διάνοιαν ἡμῶν πρὸς τὰ σαρκὸς καὶ αἵματος πάθη κατενεχθεῖσαν πεσεῖν. Πῶς γὰρ ἔτι δύναται πρὸς τὸ συγγενές τε καὶ νοητὸν φῶς ἐλευθέρῳ ἀναβλέπειν τῷ ὄμματι ἡ προσηλωθεῖσα κάτω τῇ ἡδονῇ τῆς σαρκὸς καὶ τὴν ἐπιθυμίαν πρὸς τὰ ἀνθρώπινα πάθη κατασχολήσασα, ὅταν [γὰρ] πρὸς τὰ ὑλώδη σχῇ τὴν ῥοπὴν ἐκ μοχθηρᾶς τινος καὶ ἀπαιδεύτου προλήψεως; Καθάπερ <γὰρ> οἱ τῶν συῶν ὀφθαλμοὶ εἰς τὸ κάτω παρὰ τῆς φύσεως ἐστραμμένοι τῶν οὐρανίων θαυμάτων ἀπείρως ἔχουσιν, οὕτως ἡ τῷ σώματι συγκατασπασθεῖσα ψυχὴ οὐκέτι πρὸς τὸν οὐρανὸν καὶ τὰ ἄνω κάλλη βλέπειν δυνήσεται, πρὸς τὸ ταπεινὸν καὶ κτηνῶδες τῆς φύσεως ἐπικύπτουσα. Ὡς ἂν οὖν μάλιστα ἡμῖν ἐλευθέρα καὶ ἄνετος ἡ ψυχὴ πρὸς τὴν θείαν τε καὶ μακαρίαν ἡδονὴν ἀναβλέποι, πρὸς οὐδὲν τῶν γηΐνων ἑαυτὴν ἐπιστρέψει οὐδὲ τῶν νενομισμένων κατὰ τὴν τοῦ κοινοῦ βίου συγχώρησιν ἡδονῶν μεταλήψεται,