1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

κιθάρα καὶ τὰ λοιπὰ ὄργανα; Ὢ ἐσχάτης ἀνοίας· ὢ τῆς πονηρᾶς ἐπινοίας τοῦ διαβόλου. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς, ταῦτα Κυρίῳ ἀνταπόδοτε; Ὁ ἄχραντος ∆εσπότης πανταχοῦ ἐνετείλατο, μήτε ὅλως μετεωρίζεσθαι Χριστιανὸν, καὶ σὺ λέγεις, τί βλάπτει ταῦτα; Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ· οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς. Εἰπάτωσαν δὲ ἡμῖν οἱ ἀπαίδευτοι, ἐκ ποίας ἱερᾶς Γραφῆς παραστῆσαι δύνανται, ὅτι χρὴ τὸν Χριστιανὸν ποιεῖν ταῦτα τὰ σχήματα; ποία βίβλος τῶν ἁγίων, ποῖα Εὐαγγέλια ἐδίδαξεν οὕτως ἀσχημονεῖν τοὺς Χριστιανούς; Ἰδοὺ ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κράζει, καὶ διδάσκει, καὶ παραινεῖ, διά τε νόμου, καὶ προφητῶν. καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ ∆εσπότου, καὶ οὐδαμοῦ 59.565 τις εὗρεν, ὅτι ἐπετράπη Χριστιανὸς ποιεῖν ταῦτα τὰ σχήματα. Πόσοι βασιλεῖς καὶ δυνάσται, καὶ σοφοὶ, καὶ εὐγενεῖς, καὶ ἔνδοξοι, καὶ νομικοὶ, καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ πτωχοὶ καὶ πλούσιοι, καὶ πρεσβῦται καὶ νέοι; τίς ἐκ τούτων πάντων δύναται ἀποδεῖξαι ἢ παραστῆσαι περὶ τούτων, ὅτι ἐπετράπη ὁ Χριστιανὸς κιθαρίζειν, ἢ ὀρχεῖσθαι, ἢ ἄλλο τι τοιοῦτον ποιεῖν, ὧν προειρήκαμεν; Οὐδεὶς δύναται παραστῆσαι. Μηδεὶς πλανάτω ὑμᾶς· οὐκ ἔστι ταῦτα Χριστιανῶν· ταῦτα ἀλλότριά εἰσι τῆς καθολικῆς Ἐκκλησίας· ταῦτα πάντα τὰ ἔθνη τοῦ κόσμου ποιοῦσι. Μηδεὶς, ἀδελφοί μου, πλανάτω ὑμᾶς· ὅσοι ἐν τούτοις ἐνάγεσθε, τῆς χάριτος ἐξεπέσατε· Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει. Ἐπανέλθωμεν δὲ πάλιν ἐπὶ τὴν πρώτην καὶ καλὴν ὁμολογίαν, εἰς ἣν ἐκλήθημεν, ἐνώπιον πολλῶν μαρτύρων, ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων καὶ τοῦ κτίστου τῶν ὅλων· αὐτὸς γὰρ τὸ γραμματεῖον τῆς ὁμολογίας ἡμῶν κατέχει ἐν οὐρανῷ, ἀποδοῦναι ἑκάστῳ καθὼς ἔπραξε καὶ ἐφύλαξε τὴν ὁμολογίαν. Ἑκάστου γὰρ ἡμῶν γεγραμμέναι εἰσὶ, καὶ αἱ συνθῆκαι, καὶ ἡ τοῦ διαβόλου ἀποταγὴ καὶ πρὸς Χριστὸν συνταγὴ, καὶ τὰ ἔργα ἡμῶν καὶ αἱ πράξεις, καὶ οἱ λόγοι, καὶ τὰ ἐνθυμήματα, καὶ οἱ μετεωρισμοὶ, καὶ τὰ γέλοια· καὶ πάντα γεγραμμένα ἔχων ἔρχεται ὁ Χριστός. Λοιπὸν οὖν τί βούλει; ψεύσασθαι αὐτῷ; Ἀλλ' οὐκ ἔστι δυνατόν· ἐν γὰρ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου. Ἀλλὰ βούλει κρύπτεσθαι; Ἀλλ' οὐκ ἔστι δυνατὸν, ἐπειδὴ ἐν χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, καὶ οὐ κρυβήσῃ ἀπὸ προσώπου αὐτοῦ. Ἐὰν εἰς τὸν οὐρανὸν ἀναβῇς, αὐτὸς ἐκεῖ ἐστιν· ἐὰν καταβῇς εἰς τὴν ἄβυσσον, ἐκεῖ πάρεστι. Γέγραπται γὰρ, ὅτι Πάντα, ὅσα ἐθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Τί οὖν ποιήσωμεν, ἀδελφοί; Στενὰ ἡμῖν πανταχόθεν· Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας καὶ νεφρούς. Φυγεῖν οὐκ ἔστιν· οὐ γὰρ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν αὐτοῦ. Κρυβῆναι ἀδύνατον· κατέχει γὰρ τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, ὡσεὶ ἀκρίδας. Ἀντιστῆναι οὐκ ἔνι, καθὼς γέγραπται, ὅτι Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Αὐτὸς γὰρ δεσπόζει τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ὁ μέλλων καταργεῖν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Ἀπολογία οὐκ ἔνι, οὐδὲ ἀφορμὴ, οὔτε ἔννοια. ∆ιὰ τοῦτο ἀπὸ περάτων τῆς γῆς ἕως περάτων ἡ θεία Γραφὴ βοᾷ, καὶ παραινεῖ, καὶ ἐλέγχει, καὶ νουθετεῖ, καὶ διαμαρτύρεται, καὶ ἀπειλεῖ. ∆ιό φησιν ὁ ∆εσπότης ἡμῶν· Ὁ ἀθετῶν με, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἐγὼ οὐ κρίνω αὐτόν· ὁ λόγος, ὃν ἐλάλησα, κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν λέγει· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἠκούσατε, ὅτι οὐδεὶς πρόφασιν ἔχει. Ὄντως, ἀδελφοὶ, στενὰ ἡμῖν πανταχόθεν. ιαʹ. Ἀλλὰ πάντως τις ἀποκρίνεται, ὅτι Ἰδοὺ ἱκανῶς καθήψω ἡμῶν διὰ τοῦ λόγου,