1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

53 Οὗτος καὶ εἷς ἐστιν καὶ πολλοῖς ἐπιμεριζόμενος οὐκ ἠλάττωται, ἀλλὰ καὶ καθ' ἑαυτὸν ὢν, τῆς ὁλότητος τὸ ταὐτὸν ἐπιδείκνυται. Κἂν τοῖς τοῦ πάθους συμβόλοις αὐτοῦ μεταβαίνων καὶ διαιρούμενος, ὁ αὐτός ἐστιν ὁ ἐνεργῶν καὶ θαυματουργῶν καὶ τῇ ἀποστολικῇ ἐκκλησίᾳ τερατουργῶν τὰ ὑπερφυῆ· οὕτως οὐδὲν τῶν τῷ κορυφαίῳ προσόντων κενόν τε καὶ ἀνέργητον, οὐδὲν ἀδόξαστον, οὐδὲν τῶν ἐκ θεοῦ θαυμάτων ἀμέτοχον.

54 Σὺ δέ μοι Πέτρε, Χριστοῦ ἐκκλησίας πέτρα καὶ στήριγμα, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, ὁ τοῦ Χριστοῦ γνήσιος καὶ διάπυρος μαθητὴς, ὁ πλέον τῶν ἄλλων τῇ πρὸς αὐτὸν παρρησίᾳ χρώμενος, ὁ Θεοῦ Υἱὸν Ζῶντος τοῦτον ἀνακηρύξας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν βασιλείας ἐγχειρισθεὶς, καὶ δεσμεῖν καὶ λύειν ἐν οὐρανοῖς τὰ ὑπὸ σοῦ ἐν γῇ καὶ δεσμούμενα καὶ λυόμενα, ὁ τῆς ἐνανθρωπήσεως Χριστοῦ μεγαλοφωνότατος κήρυξ, ὁ τοὺς ἐκ περιτομῆς νομικῆς πρὸς τὴν ἀκροβυστίαν τῆς τοῦ Θεοῦ ἐπιγνώσεως μεταθέμενος, ὁ πάντα διὰ Χριστὸν καταλιπὼν καὶ αὐτὸν μόνον ἀντὶ πλούτου παντὸς κτησάμενος, ὁ θανατοῦν καὶ ζωογονεῖν τὴν ἐνέργειαν εἰληφὼς παρ' αὐτοῦ, δι' ἃς ἐκεῖνος αἰτίας σοι ἀπεκάλυψεν, ὁ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατεταμένος στῦλος καὶ ὁδηγῶν τοὺς πρὸς τὰς ἐκεῖσε μονὰς ἐπισπεύδοντας, ὁ διὰ τῆς λευϊτικῆς ἰδιωτείας τὴν ἑλληνικὴν τεχνολογίαν ἀπομωράνας, ὁ ἐν Πνεύματι θείῳ φθεγγόμενος, καὶ τῷ ῥήματι μόνον πρὸς τὸ δοκοῦν μετατρέπων τὰ ὑποκείμενα, ὁ τὴν ἐπώδυνον ἐκείνην καθυποστὰς σταύρωσιν, ἵν' ἐν μηδενὶ καθυστερῇς τῶν τοῦ διδασκάλου παθῶν, ὁ τὰς ἁλύσεις ταύτας δίκην κακούργου φορέσας καὶ ἰαμάτων πηγὴν ταύτας ἀποτελέσας, πάρεσο σήμερον συμπαθῶς, ἐπιδήμησον ἐνταυθοῖ ἀοράτως, ἐπίστηθι, τῷ θαυματουργῷ σου τούτῳ τεμένει καὶ τῇ σῇ ἁγίᾳ κλήσει διαφερόντως [φ. 176 ρο] τιμωμένῳ, ἐν ᾧ σου τὰς τιμίας ἁλύσεις θησαυρισθῆναι εὐδόκησας, ἐν ᾧ ταμισθῆναι ταύτας ὡς ἱερώτατα κειμήλια κέκρικας, ἐν ᾧ καὶ προκείμεναι καὶ πᾶσι πιστοῖς καθορώμεναι, τὰς ἐκ σοῦ νοητὰς ἐποχετεύσεις τῶν θαυμάτων κρουνηδὸν τοῖς ἐθέλουσιν ἀναβλύζουσι. Ταύταις κατάδησον τὰ τῶν ψυχῶν ἡμῶν τραύματα. Ταύταις τὰς ἐκ τῶν πταισμάτων ὀγκώσεις καὶ φλεγμονὰς ἀνατεμὼν νοητοῖς φαρμάκοις συνούλωσον. Ταύταις ὡς ὅπλῳ εὐδοκίας τὸ τοῦ Χριστοῦ στεφάνωσον ποίμνιον.

Ταύταις τοὺς βαρβάρους δεσμῶτας ἀνάδειξον· δοριαλώτους ἀπέργασαι, καὶ τῇ τιμώσῃ σε πόλει λάφυρον πολεμικὸν ἀποτέλεσον. Πρὸ δὲ πάντων τὸν εὐσεβῆ καὶ πιστότατον ἡμῶν αὐτοκράτορα, ἀντὶ στρατιωτικῶν ὅπλων, ταύταις καθόπλισον, περίφραξον, περιφρούρησον, νίκαις καὶ τροπαίοις κατάστεψον, φοβερὸν πολεμίοις ἀνάδειξον, ποθεινὸν ὑπηκόοις ἀπέργασαι, ὡς ἂν, εἰρηνικῶς ὑπ' αὐτοῦ βασιλευόμενοί τε καὶ κυβερνώμενοι, ἤρεμον καὶ ἡσύχιον διανύωμεν βίον, δοξάζοντες τὸν ἀληθινὸν Θεὸν ἡμῶν, ὃν διὰ παντὸς ἐδόξασάς τε καὶ ἐμεγάλυνας, ὅτι αὐτῷ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ συμφυεῖ καὶ ὁμοουσίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.