13
θύειν καὶ ἀστρονομεῖν καὶ γεωμετρεῖν. ἔστι δὲ οὐκ ἀσαφής. Λέγεται δὲ ὅτι τὸ θύειν θεοῖς Χαλδαῖοι ἐξηῦρον, ἤτοι Κύπριοι· διφορεῖται οὖν ἡ ἱστορία. Χαλδαῖοι δὲ ἔθνος Περσικόν. Τὴν δὲ ἀστρονομίαν λέγονται πρῶτοι εὑρηκέναι Βαβυλώνιοι διὰ Ζωροάστρου, δεύτεροι δὲ ἐδέξαντο Αἰγύπτιοι. Τὴν δὲ γεωμετρίαν εὗρον Αἰγύπτιοι ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χωρῶν προδιδαχθέντες, καὶ εἶθ' οὕτως συγγράψαντες καὶ χρώμενοι. Τὴν δὲ μαγείαν, φησίν, εὗρον Μῆδοι, εἶτα Πέρσαι, πρῶτοι δὲ Μῆδοι. διαφέρει δὲ μαγεία γοητείας καὶ γοητεία φαρμακείας τούτοις, ὅτι ἡ μὲν μαγεία ἐπίκλησίς ἐστι δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινος σύστασιν, ὥσπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπίσματα δι' ἀγαθὸν γεγόνασιν. γοητεία δέ ἐστιν ἐπίκλησις δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους εἰλουμένων ἐπὶ κακοῦ τινος σύστασιν. γοητεία δὲ ἤκουσεν ἀπὸ τῶν γόων καὶ τῶν θρήνων τῶν περὶ τοὺς τάφους γινομένων. φαρμακεία δὲ ὅταν διά τινος σκευασίας θανατηφόρου ἢ πρὸς φίλτρον τις δοίη τινὶ ἢ διὰ στόματος. 4.71 Ἑβδομηκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ὀνειρομαντείας. ἔστι δὲ αὕτη. Τελμισσὸς πόλις ἐστὶ Λυκίας. αὕτη δὲ παλαιοτάτη πόλις. ἦν δὲ καὶ ἐπὶ τῶν χρόνων τοῦ Κροίσου. οὗτοι λέγονται πρῶτοι τοὺς ὀνείρους εὑρεῖν, διακρίνειν καὶ τὰ τέρατα. ἔλεγον γάρ, εἰ γέγονέ τι παράδοξον, ὅτι τόδε σημαίνει, καὶ πάντως, ὡς ἂν εἶπον, συνέβαινεν ἐξέρχεσθαι. 4.72 Ἑβδομηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τῆς οἰωνιστικῆς. Λέγονται τοίνυν Φρύγες εὑρεῖν πᾶσαν τὴν οἰωνιστικήν. τῆς δὲ οἰωνιστικῆς, τὸ μέν ἐστιν ὀρνεοσκοπικόν, τὸ δὲ οἰκοσκοπικόν, τὸ δὲ ἐνόδιον, τὸ δὲ χειροσκοπικόν, τὸ δὲ παλμικόν. Ὀρνεοσκοπικὸν οὖν ἐστιν ὅταν πετομένου τοῦδε ἢ τοῦδε τοῦ ὄρνιθος, ἢ ἐμπρὸς ἢ ὀπίσω, ἢ δεξιὰ ἢ ἀριστερά, εἴπωμεν ὅτι τόδε σημαίνει. λέγεται δὲ ἐξευρηκέναι αὐτὴν πρῶτος Τηλέγονος. Οἰκοσκοπικὸν δέ ἐστιν ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα ἐξηγήσεται, καὶ εἴπῃ ὅτι τόδε σημαίνει. ἐπειδὴ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ, ἢ ὄφις, ἢ μῦς, ἢ ἐκενώθη ἔλαιον, ἢ μέλι, ἢ οἶνος, ἢ τέφρα, ἢ ἄλλο τι, ὅτι τόδε σημαίνει. ταῦτα δὲ συνεγράψατο Ξενοκράτης. Ἐνόδιον δέ ἐστιν ὅταν ἐξηγήσεται τὰ ἐν τῇ ὁδῷ ὑπαντῶντα, ὅτι, Ἐάν σοι ὑπαντήσῃ τις τόδε βαστάζων, τόδε σοι συμβήσεται, ἐὰν ὁ δείνα, τόδε. ὅπερ συνεγράψατο Πόλλις. Χειροσκοπικὸν δέ ἐστιν ὅταν διὰ τῆς ἐκστάσεως τῶν χειρῶν καὶ διὰ τῶν ῥυτίδων εἴπωμεν ὅτι τόδε αὐτὸν μένει, ἢ ὅτι γαμεῖ, ἢ παιδοποιεῖ, ἤ τι τοιοῦτον· ὃ συνεγράψατο Ἕλενος. Παλμικὸν δέ ἐστι τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμενον, οἷον, ἐπάλθη ὁ δεξιὸς ὀφθαλμός, τόδε σημαίνει, ἢ ὁ ὦμος, ἢ ὁ μηρός· ὃ συνεγράψατο Ποσειδώνιος καὶ ἄλλοι πολλοί. 4.73 Ἑβδομηκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ἐπαναστάσεως τῶν Σκυθῶν τοῖς δεσπόταις. ἔστι δὲ αὕτη. Τῶν νομάδων Σκυθῶν μέρος τι ἐξῆλθεν ἐκ τῆς Σκυθίας πλανώμενον ἐπὶ ληστείᾳ. εἴασαν δὲ τοὺς οἰκέτας οὗτοι μετὰ τῶν γυναικῶν τυρεύειν τὸ γάλα. τοὺς δὲ οἰκέτας αὐτῶν ἐξετύφλουν οἱ Σκύθαι, καὶ οὕτω παρεῖχον αὐτοῖς τυρεύειν τὸ γάλα. χρόνου οὖν ἐγγενομένου, καὶ τῶν Σκυθῶν τῶν ἐξελθόντων μὴ ὑποστρεφόντων, αἱ γυναῖκες φοιτῶσι παρὰ τοῖς δούλοις τοῖς ἐκτυφλωθεῖσι καὶ συγγίνονται αὐτοῖς, καὶ συλλαβοῦσαι γεννῶσι. καὶ γίνονται παῖδες ἀντὶ τῶν ἐξελθόντων Σκυθῶν. ἦσαν δὲ δοῦλοι κατὰ τὸ σπέρμα. Οἱ οὖν πάλαι ἐξελθόντες Σκύθαι ὑποστρέψαντες, εὗρον τούτους τοὺς γεννηθέντας ἐκ τῶν δούλων ἡβήσαντας καὶ ἐναντιουμένους αὐτοῖς. καὶ γενομένου πολέμου μεταξὺ τῶν δουλοσπόρων καὶ τῶν ἐπανελθόντων Σκυθῶν, ἡττῶνται πάνυ οἱ ἐπανελθόντες. τούτοις οὖν ἡττηθεῖσιν εἷς τις συνεβούλευσε μὴ ὅπλοις αὐτοὺς πολεμῆσαι, ἀλλὰ διὰ μάστιγος. Τὸ γὰρ δι' ὅπλων, φησί, πολεμῆσαί τινας, ὡς ἀπὸ ἴσων εἰς ἴσους ἐστὶν ὁ πόλεμος. τὸ δὲ διὰ μαστίγων αὐτοῖς ἐπελθεῖν, ὡς ἀπὸ δεσποτῶν εἰς δούλους ἐστίν. οἱ οὖν δουλόσποροι θεασάμενοι τοὺς Σκύθας μετὰ τῶν μαστίγων ὑπέκυψαν ὡς οἰκείοις δεσπόταις. καὶ οὕτω κατελύθη ὁ πόλεμος. 4.74 Ἑβδομηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Θετταλικὴν ἵππον καὶ τὴν γυναῖκα τὴν Λακεδαιμονίαν. ἔστι δὲ αὕτη. Πᾶσα πόλις κατ' ἐξαίρετόν τι εἶχεν