Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps 71,20 Ἐνταῦθα τοίνυν πληροῦνται τοῦ ∆αυὶδ αἱ εὐχαὶ ἃς ὑπὲρ τῆς εἰς αἰῶνα μονῆς τοῦ θρόνου πεποίηται λέγων Κύριε, ὁ λόγος ὃν ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου καὶ ἐπὶ τὸν παῖδά σου πιστωθήτω ἕως αἰῶνος καὶ ποίησον καθὼς ἐλάλησας καὶ ὑψωθήτω τὸ ὄνομά σου ἕως αἰῶνος λεγόντων Κύριος παντοκράτωρ θεὸς Ἰσραήλ, καὶ ὁ οἶκος ∆αυὶδ τοῦ παιδός σου ἀνωρθωμένος. Ἀλόγως οὖν τῷ ἑξῆς ἐγράφη ψαλμῷ τὸ Ἐξέλιπον οἱ ὕμνοι ∆αυὶδ τοῦ υἱοῦ Ἰεσσαί· τέλος γάρ ἐστι τούτου καὶ τῆς εὐχαριστίας μέρος ἐπὶ τῇ πληρώσει τῶν ∆αυὶδ προσευχῶν.

106a Ps 72 arg. Κατέληξε καὶ ἡ δευτέρα τῶν ψαλμῶν βίβλος εἰς εὐλογίαν τὴν

ἐπιφωνοῦσαν τὸ Ἀμήν, ὥσπερ καὶ ἡ πρώτη Γένοιτο δηλοῖ Καθὰ εἴρηκεν. ἐκείνης μὲν γὰρ ἦν τέλος ὁ Μ εἰς Χριστὸν εἰρημένος, ταύτης δὲ τέλος ὁ νῦν προειρημένος ΟΑ· καταλήγει δὲ ἡ τρίτη, ἵν' ἤδη καὶ περὶ ἐκείνης προείπωμεν εἰς τὸν ΠΗ ψαλμόν, ὡς εἶναι πάντας ψαλμοὺς ΙΖ ὧν ΙΑ μέν εἰσι τοῦ Ἀσάφ, εἶτα τῶν υἱῶν Κορὲ ∆ καὶ τοῦ ∆αυὶδ Α καὶ Αἱμὰν τοῦ Ἰσραηλίτου τελευταῖος. 107 Ps 72,7b-9 Ἀντὶ δὲ τοῦ ∆ιήλθοσαν εἰς διάθεσιν καρδίας ὁ Ἀκύλας ἡρμήνευσεν Παρῆλθον σκοπιὰς καρδίας, ἀντὶ τοῦ οὐδὲν τῶν κατὰ φύσιν ἐννοημάτων ἐπιτελεῖν ἐθέλουσιν οὐδ' ἃ νοοῦσιν εὖ ἔχοντα πράττουσιν ἀλλ' ἀφίστανται τούτων. γέλως δὲ αὐτοῖς ἡ ἀρετή, συκοφαντία κατὰ τῶν ὑποδεεστέρων εὔκολος· ἕτοιμος ἡ κατὰ θεοῦ βλασφημία, πρόχειρος κατὰ ἀνθρώπων ἡ γλῶσσα. καὶ τοῦτό ἐστι Καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. 108 Ps 72,11-13 *λους κακο.......... δίκαιοι ἐν τῇ μελλούσῃ καταστάσει, ὁποῖόν τι καὶ Ἱερεμίας λέγει τὸ Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε πρὸ προσώπου μου. ἐκεῖ δέ φησιν Καὶ μεταγνώσονται πάντες κακῶς βουλευσάμενοι οἱ τὸ κακὸν προελόμενοι. ἀναφάντων γὰρ τῶν ἀγαθῶν ἐν τῷ γένει τῶν δικαίων ἐροῦσιν Ἔστιν ἄρα πρόνοια θεοῦ· καὶ πῶς γινώσκει τὰ πραττόμενα; ἡ φωνὴ δὲ ἀπολωλεκότων τὸν κατὰ φύσιν λογισμὸν ὑπὸ τῶν ἀσυμφόρως ὑπαρξάντων αὐτοῖς ἀγαθῶν ἐπὶ τὰς ἀδικίας. τὸ γὰρ μὴ κατὰ λόγον εὐπραγεῖν παρίστησι λογισμοὺς ὡς μὴ κατὰ λόγον διεξαγομένου τοῦ κόσμου μηδὲ δυσκολ.. τέρας ἡμῶν γνώσεται· τῆς δὲ προνοίας ἐφεστώσης τοῖς ὅλοις ἀλλ' ὅμως, φησίν, οἱ δυσσεβεῖς οὗτοι οἳ καὶ ἐν εὐθυμίαις ἀφόρητοι τῷ φρονήματι καὶ τοῖς κατὰ θεοῦ λόγοις καὶ ἐν ταῖς τῶν δικαίων εὐδοκίαις οὔπω πειθόμενοι .............. τῶν ἁπαν... * * καὶ τὸν χειρῶν καρτερὸν ματαία καρτερία χλευαζομένου καὶ κακῶς ἀκούοντος ἐπὶ τῷ δικαιοσύνην αἱρεῖσθαι. τοῦτο τοῦ ἀνθρωπείου λογισμοῦ τὸ χαλεπὸν τὸ μεταγνῶναι τῆς ἐπ' ἀρετῇ σπουδῆς ὡς οὐκ ἀγαθῆς οὐδὲ λυσιτελοῦς. ἐπεισέρχεται δὲ πολλοῖς πολλάκις ἐνθυμήματα τοιαῦτα ἃ δὴ καὶ θεραπεύειν μέλλει τῷ λόγῳ. [Εἰς ἀναίρεσιν δὲ τοῦ δυσσεβοῦς λογισμοῦ τὸν εὐσεβέστερον βεβαιοῖ διὰ προσώπου τοῦ θεοῦ· θεοῦ γὰρ ὡς ἀληθῶς ἐγγυητοῦ τὸ λεγόμενον δεῖται τὸ μακαριωτέρους εἶναι τοὺς εὐσεβεῖς ἐν τῇ μελλούσῃ καταστάσει δυσπραγοῦντας νῦν, τῶν διὰ τέλους ἀσεβῶν εὐπραγούντων. τοιοῦτον παρ' Ἱερεμίᾳ τὸ Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαστήσω σε πρὸ προσώπου μου. τὸ δὲ Καὶ εἶπον Πῶς ἔγνω ὁ θεός; ἀπολωλεκότων τὸν κατὰ φύσιν ἐστὶ λογισμὸν ὑπὸ τρυφῆς ἀσυμφόρου· προνοίας γὰρ οὔσης, μὴ ἂν ἑαυτοὺς εὐπραγεῖν τῶν ἀγαθῶν δυσκληρούντων.] 109 Ps 72,24 Παρὰ μὲν *** 110A Ps 72,24 Ὁ δὲ Σύμμαχος ὕστερον ἔφη Τιμὴ διεδέξατο. καὶ ἄλλως δέ· ἀνεπαυσάμην συνειδὼν σιωπᾶν καὶ σοὶ πιστεύειν ὡς καλῶς διοικοῦντι τὰ καθ' ἡμᾶς καὶ οὕτω σοι συνεῖναι διὰ παντός· διό μου ἀντελάβου· δόξαν ἐνέθηκας ἀγαθήν, εἰς δόξαν μακαρίαν προσήγαγες.

14