14
«Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος». Ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ Ἅγιον Πνεῦμα. Τί δ' ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα καὶ ἀποστελεῖ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ κτίσει ἡμᾶς καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. Ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε ταύτην ∆αβὶδ ἀνακαινισμὸν προσηγόρευσεν. Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. Τί φησιν; «Ὅτι ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστε». Πᾶς δὲ ναὸς Θεοῦ ναός. Εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ Ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον. Λέγει δὲ καὶ ναὸς Σολομῶντος, ἀλλ' ὡς κατα σκευάσαντος. Εἰ δὲ οὕτως ἐσμὲν ναοὶ τοῦ Ἁγίου Πνεύμα τος, Θεὸς τὸ Ἅγιον Πνεῦμα· «Ὁ γὰρ πάντα κατασκευάσας Θεός»· εἰ δὲ ὡς προσκυνουμένου καὶ ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσομεν αὐτὸ εἶναι Θεόν. «Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». Εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. Παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι Θεὸς ὀνομάζεται. Εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι ἢ θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα, Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον. Καὶ πάλιν, εἰ ἡ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον. Ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα οὗ καὶ ῥῆμα καλεῖται. Καὶ εἰ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται· «∆εξιὰ γὰρ Κυρίου ἐποίησε δύναμιν», καὶ «ἡ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς», δάκτυλος δὲ Θεοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, κατὰ τὸ ῥητόν, τὸ «Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια», ὅπερ ἐν ἑτέρῳ Εὐαγγελίῳ γέγραπται τὸ «Εἰ ἐγὼ ἐν Πνεύ ματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια», τῆς αὐτῆς φύσεως Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον. 8.12 Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω. Οὐ γὰρ νῦν δυνα τὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. Ὑμεῖς δὲ λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα στά χυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα. Πιστεύω δὲ τῷ Θεῷ ὅτι καρποφορήσετε καὶ τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. «Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Καὶ μηδὲ ἄλλο τι, ἀδελφοί, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ θεῖαι Γραφαί. Εἰ γὰρ «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι», περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδέν ἐστιν ᾗ θεωρία συνίσταται, θεωρία ἂν εἴη ἡ βασι λεία τῶν οὐρανῶν. Ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον τού των τὰ ἀρχέτυπα κατοψόμεθα. Ὀψόμεθα δέ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνῴημεν καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. «Εἰς γὰρ κακότεχνον ψυχήν, φησίν, οὐκ εἰσελεύ σεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρ τίαις». Καὶ μηδεὶς ὑποκρουέτω λέγων ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀΰλου οὐσίας ἡμῖν φιλοσοφεῖς. Καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾶν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας. Ὡς γὰρ ἡ αἴσθησις τῶν αἰσθητῶν, οὕτως ὁ νοῦς τῶν νοητῶν ἐπήβολός ἐστιν. Ἅμα δὲ καὶ τοῦτο λεκτέον ὅτι τὰ φυσικὰ κριτήρια ἀδί δακτα πεποίηκεν ὁ κτίσας ἡμᾶς Θεός. Οὐδεὶς γὰρ διδάσ κει τὰς ὄψεις χρωμάτων ἢ σχημάτων ἀντιλαμβάνεσθαι, οὐδ' ἀκοὴν ψόφων τε καὶ φωνῶν, οὐδ' ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν, οὐδὲ γεῦσιν χυμῶν καὶ χυλῶν, οὐδ' ἁφὴν μαλακῶν καὶ σκληρῶν, ἢ θερμῶν καὶ ψυχρῶν. Οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν. Καὶ ὥσπερ, εἴ τι πάθοιεν αὗται, ἐπιμελείας μόνον προσ δέονται καὶ τὴν