οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
θυσίαν διηνεκῆ παρ' ἡμῶν προσδεχόμενος. Τὸ γὰρ ἀρχομέ νης μὲν τῆς ἡμέρας τὸν ἕνα σφάζεσθαι κελεύειν ἀμνὸν, ἐπὶ τέλει δὲ ταύτης τὸν δεύτερον, τὸν πάντα σημαίνειν ἔοικε χρόνον, διὰ τῶν ἄκρων τὰ μέσα περι λαμβάνων. Οἴνῳ δὲ καὶ ἐλαίῳ τὴν σεμίδαλιν ἀναφύ ρεσθαι βούλεται, οὐχ ὁλόκληρον αὐτῇ τὸ μέτρον ἐπι χεῖσθαι κελεύων, ἀλλὰ τὸ τέταρτον τοῦ ἵν· δι' αἰνί γματος ἐκεῖνο διδάσκων, ὅτι περ οἱ διηνεκῆ τῷ Θεῷ προσάγοντες τὴν τιμὴν, μᾶλλον δὲ καθάπερ τι θῦμα τῷ νομοθέτῃ προσαγόμενοι θυμηρέστερον, ἐλεηθέντες εὐφρανθήσονται, ἐν μὲν τῷ παρόντι βίῳ μικρόν τι τοῦ δώρου κομισάμενοι μέρος (τὸ γὰρ τέταρτον τοῦ ἲν ἐπιχεῖσθαι κελεύει), ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος, πληρεστάτης αὐτοῖς ἀποδοθησομένης τῆς χάριτος, ὅτε, καθά φησιν ὁ προφήτης, "Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· καὶ ἀπέδρα ὀδύνη, καὶ στε ναγμός." ∆ιαῤῥήδην τοίνυν τοῦ νόμου κελεύοντος, μηδαμοῦ ταῖς ἐπὶ τὸ χεῖρον παρατροπαῖς ἀποκλίνε σθαι συγχωρεῖν εἰς ἁμαρτίαν τὸν νοῦν, πῶς οὐ πάσης ἐσόμεθα τιμωρίας ὑπεύθυνοι, τῶν οὕτω καλῶς δεδε γμένων ὀλιγωρήσαντες; Εἰ δέ σοι τῆς ἀνθρώπου φύ σεως περισκεπτομένῳ τὴν ἀσθένειαν, δυσχερὴς εἶναί πως καταφαίνεται τῆς τοιαύτης ἀγωγῆς ὁ τόνος (μὴ γὰρ δύνασθαι διαπαντὸς, ἴσως ἐρεῖς, ἄκμονος δίκην σκληρῶς καὶ ἀμειλίκτως διακεῖσθαι περὶ τοὺς πό νους), καὶ τῆς οὕτως ἀκριβοῦς πολιτείας δυσέφικτον εἶναι λέγοις τὸ τέλος, λύσει σοι τὴν ἀφορμὴν ὁ νόμος ὑποβεβηκότα βίου τρόπον ἀναδεικνὺς, τοῦ μὲν εἰρη μένου καταδεέστερον, πολὺ δὲ τοὺς ἄλλους ἀναβεβη κότα, καὶ ἐξαλλόμενον. Ποῖον δὲ τοῦτόν φημι, πάλιν ἀπὸ τῆς θείας Γραφῆς παραλαβὼν, τὴν εἰκόνα σαφῆ σοι ποιῆσαι πειράσομαι. Ὅτε γὰρ τοῖς υἱοῖς Ἰσραὴλ, ἐν πυρί τε καὶ γνόφῳ, καὶ θυέλλῃ Θεὸς ἐπεφαίνετο, καὶ τοὺς περὶ τῶν πρακτέων ὥριζε νόμους, ἀναγ καῖον εἶναι νομίσας ὁ πάνσοφος Μωσῆς, καὶ διὰ πράγματος ἐναργοῦς ἐπιδεῖξαι τοῖς υἱοῖς Ἰσραὴλ τῆς ἀρεσκούσης τῷ νομοθέτῃ πολιτείας τὸν τύπον, ὅσον πρὸς τὴν ἐκείνων ἕξιν καὶ διάνοιαν, οὔπω δυναμένην παραδέχεσθαι τὰ τελειότερα, τοιοῦτόν τι διαπράττε ται· "Ὀρθρίσας γὰρ, φησὶ, τὸ πρωῒ, ᾠκοδόμησε θυ σιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλο καυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς τὸν κρατῆρα, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον." Ἀλλ' εἰδῶμεν πά λιν ἕκαστα τῶν γεγραμμένων διαπτύσσοντες ἀκριβῶς, οἷος ἡμῖν ὠφελείας ἐκ τούτου ἀναφαίνεται τρόπος. 77.441 ϛʹ. Ὀρθρίζει μὲν οὖν ὁ Μωσῆς, καὶ ἀνίστησι τὸ θυσιαστήριον, διὰ τούτου διδάσκων ἡμᾶς, ὅτι προσ ήκει πρότερον ὥσπερ ἐξ ὕπνου διεγερθῆναι, καὶ πρὸς νῆψιν ἀναστῆναι τὸν ἄνθρωπον, τὴν μὲν ἐκ τῆς ἁμαρ τίας ἀχλὺν, ὥσπερ τινὰ νύκτα σκοτεινὴν παρελάσαντα, τρέχοντα δὲ ἤδη πρὸς τὸ τῆς γνώσεως φῶς· ἵν' οὕτως πρὸς τὸ δύνασθαι λοιπὸν ἱερουργεῖν τῷ Θεῷ καλὸν αὐτῷ θυσιαστήριον τὴν οἰκείαν ἀναστήσῃ διάνοιαν. Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Ἡσαΐαν εἰπεῖν· "Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς." Τὸ μὲν οὖν ὀρθρίσαι Μωσέα τοιοῦτόν τι σημαίνει. Ἀλλ' ἵνα τῆς τοῦ νοήματος ἀκολουθίας ἐχώμεθα, ἐπ' αὐτὴν ἤδη βαδιούμεθα τοῦ ζητουμένου τὴν τάξιν. Ἵστησι τὸ θυσιαστήριον οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ' ὑπὸ τὸ ὄρος, ὅπερ δεικνύει τὴν ἔτι ταπεινὴν τῆς τελειότητος ἀπο λειπομένων διάνοιαν, οὔπω δυναμένων ὥσπερ εἰς ὄρος ἀναβαίνειν εἰς τὴν ἀκρότητα τῶν τελείων παραγγελ μάτων, ἀλλ' ἐγγὺς μὲν εἶναι τούτων. ὑποβεβηκέναι δὲ ὅμως, οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ' ὑπὸ τὸ ὄρος προσιόν τας Θεῷ. Εἶτα περὶ τὸ θυσιαστήριον δώδεκα λίθους κεῖσθαι δεῖν ὑπελάμβανεν, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· ἵνα καὶ διὰ τούτου μάθωμεν ὅτιπερ ἀεὶ τῷ Θεῷ προσεδρεύειν ὀφείλομεν, οὐδαμοῦ πρὸς τὴν ἄσω τον ἁμαρτίαν ἐκπίπτοντες. Ὅπερ ἡμῖν σαφέστερον διαγγέλλων ὁ Ψαλμῳδὸς, ἔλεγε· "Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε." Μετὰ δὲ τοῦτο πάλιν· "Ἐξαπέστειλε, φησὶ, τοὺς νεανίσκους τῶν υἱῶν