ἔπραττεν, καὶ τὰ φανέντα ἀνεκάλυψε σημεῖα. τοῦ δὲ πεσόντος ἐπὶ τὴν γῆν ἀχανοῦς, καὶ θεὰν ἄντικρυς εἶναι τὴν Σωσιπάτραν ὁμολογοῦντος, "ἀνίστω" φησίν "ὦ τέκνον· θεοί σε φιλοῦσιν, ἐὰν σὺ πρὸς ἐκείνους βλέπῃς καὶ μὴ ῥέπῃς ἐπὶ 6.9.8 τὰ γήϊνα καὶ ἐπίκηρα χρήματα." καὶ ὁ μὲν ταῦτα ἀκούσας, ἐξῄει μεγαλαυχότερος γεγονώς, καὶ τῆς κατὰ τὴν γυναῖκα δὲ θειότητος ἀσφαλῶς πεπειραμένος. ὁ δὲ Φιλομήτωρ φαιδρὸς ἀπήντα περὶ θύρας αὐτῷ μετὰ πολλῶν ἑταίρων εἰσιών· 6.9.9 ὁ δὲ πόρρωθεν μέγα φθεγξάμενος εἶπεν ὁ Μάξιμος· "τοὺς θεούς σοι, Φιλομήτωρ" εἶπεν "ἑταῖρε, παῦσαι μάτην κατακαίων τὰ ξύλα" ἐνεωρακώς τι τοιοῦτον ἴσως αὐτῷ 6.9.10 περὶ ἃ κακουργῶν ἔπραττεν. καὶ ὁ μὲν τὸν Μάξιμον ὑπερευλαβηθεὶς θεὸν ᾠήθη, καὶ τῆς γε ἐπιβουλῆς ἐπαύσατο, καταγελάσας τῆς προθέσεως ὅ τι καὶ ἐνεχείρησεν· ἡ δὲ Σωσιπάτρα γνησίως καὶ διαφερόντως ἑώρα τοῦ λοιποῦ τὸν 6.9.11 Φιλομήτορα, θαυμάζουσα αὐτὸν ὅτι αὐτὴν ἐθαύμασε. ποτὲ γοῦν συνεληλυθότων ἁπάντων παρ' αὐτῇ Φιλομήτωρ δὲ οὐ παρῆν, ἀλλ' ἐν ἀγρῷ διέτριβεν, ἡ μὲν πρόθεσις ἦν καὶ 6.9.12 τὸ ζήτημα περὶ ψυχῆς· πολλῶν δὲ κινουμένων λόγων, ὡς ἤρξατο Σωσιπάτρα λέγειν, κατὰ μικρὸν ταῖς ἀποδείξεσι διαλύουσα τὰ προβαλλόμενα, εἶτα εἰς τὸν περὶ καθόδου ψυχῆς καὶ τί τὸ κολαζόμενον καὶ τί τὸ ἀθάνατον αὐτῆς ἐμπίπτουσα λόγον, μεταξὺ τοῦ κορυβαντιασμοῦ καὶ τῆς ἐκβακχεύσεως, ὥσπερ ἀποκοπεῖσα τὴν φωνήν, ἐσιώπησεν, καὶ βραχὺν ἐλλιποῦσα χρόνον, "τί τοῦτο;" ἀνεβόησεν εἰς μέσους· "ὁ συγγενὴς Φιλομήτωρ φερόμενος ἐπ' ὀχήματος, τό τε ὄχημα κατά τινα δυσχωρίαν περιτέτραπται, κἀκεῖνος 6.9.13 κινδυνεύει περὶ τὼ σκέλη· ἀλλ' ἐξῃρήκασί γε αὐτὸν οἱ θεράποντες ὑγιαίνοντα, πλὴν ὅσα περὶ τοῖς ἀγκῶσι καὶ χερσὶ τραύματα εἴληφε, καὶ ταῦτά γε ἀκίνδυνα· ἐπὶ φο6.9.14 ρείου δὲ φέρεται ποτνιώμενος." ταῦτα ἔλεγεν καὶ εἶχεν οὕτως, καὶ πάντες ᾔδεσαν ὅτι πανταχοῦ εἴη Σωσιπάτρα, καὶ πᾶσι πάρεστι τοῖς γινομένοις, ὥσπερ οἱ φιλόσοφοι περὶ 6.9.15 τῶν θεῶν λέγουσιν. καὶ ἐτελεύτα δὲ ἐπὶ τοῖς τρισὶ παισί. καὶ τῶν μὲν δύο τὰ ὀνόματα οὐδὲν δέομαι γράφειν, Ἀντωνῖ νος δὲ ἦν ἄξιος τῶν πατέρων, ὅς γε τὸ Κανωβικὸν τοῦ Νείλου καταλαβὼν στόμα, καὶ τοῖς ἐκεῖ τελουμένοις προσθεὶς ὅλον ἑαυτόν, τήν τε ἀπὸ τῆς μητρὸς πρόρρησιν ἐξεβιάζετο. 6.9.16 καὶ ἡ νεότης τῶν ὑγιαινόντων τὰς ψυχὰς καὶ φιλοσοφίας ἐπιθυμούντων ἐφοίτων πρὸς αὐτόν, καὶ τὸ ἱερὸν νεανί6.9.17 σκων ἱερέων μεστὸν ἦν. αὐτὸς μὲν οὖν ἔτι ἄνθρωπος εἶναι δοκῶν καὶ ἀνθρώποις ὁμιλῶν, πᾶσι τοῖς ὁμιληταῖς προὔλεγεν, ὡς μετ' ἐκεῖνον οὐκ ἔτι τὸ ἱερὸν ἔσοιτο, ἀλλὰ καὶ τὰ μεγάλα καὶ ἅγια τοῦ Σεράπιδος ἱερὰ πρὸς τὸ σκοτοειδὲς καὶ ἄμορφον χωρήσει καὶ μεταβληθήσεται, καὶ τὸ μυθῶδες καὶ ἀειδὲς σκότος τυραννήσει τὰ ἐπὶ γῆς κάλλιστα. ὁ δὲ χρόνος ἀπήλεγξεν ἅπαντα, καὶ τὸ πρᾶγμά γε εἰς χρησμοῦ συνετελέσθη βίαν. 6.10.1 Τούτου δὲ τοῦ γένους, οὐ γὰρ τὰς Ἡσιόδου καλουμένας Ἠοίας ἔσπευδον γράφειν, ἀπόρροιαί τινες, ὥσπερ ἀστέρων περιελείφθησαν, καὶ εἰς φιλοσοφούντων ἕτερα ἄττα γένη διεσπάρησαν καὶ κατενεμήθησαν, οἷς τοῦ φιλοσοφεῖν 6.10.2 ἡ συγγένεια κέρδος ἦν. τὰ πλεῖστα δὲ ἐν δικαστηρίοις, ὥσπερ ὁ Σωκράτης περὶ τὴν τοῦ βασιλέως στοάν, ἐκινδύνευον· οὕτω περιεφρόνησαν χρήματα καὶ κατεστύγησαν 6.10.3 χρυσίον. ἦν γοῦν αὐτοῖς φιλοσοφία, τὸ τριβώνιον καὶ τὸ μεμνῆσθαι Σωσιπάτρας, καὶ τὸν Εὐστάθιον διὰ στόματος φέρειν, τὰ δὲ ἐν τοῖς ὁρωμένοις σακκία τε ἁδρὰ καὶ ὑπόμεστα βιβλιδίων, καὶ ταῦτα ὡς ἂν ἄχθος εἶναι καμήλων πολλῶν. 6.10.4 καὶ ἐξηπίσταντό γε πάνυ ἀκριβῶς τὰ βιβλία· καὶ ταῦτά γε ἦν εἰς οὐδένα φέροντα τῶν παλαιῶν φιλοσόφων, ἀλλὰ διαθῆκαί τε καὶ ἀντίγραφα τούτων, καὶ συμβόλαια καὶ <περὶ ὠνῶν καὶ> περὶ πράσεων, καὶ ὅσα ὁ κακοδαίμων καὶ ὁ πρὸς τὴν πλανωμένην καὶ ἄτακτον ἄτην ἐπικλίνων βίος 6.10.5 ἐπαινεῖν εἴωθεν. οὕτως οὐδὲ <ἓν> ἐν τοῖς μετὰ ταῦτα Σωσιπάτρα ἐς τὸν χρησμὸν ἀπετύγχανε, καὶ τούτων γε τὰ