1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

καὶ τὰ σκυθρωπὰ ὑπέδειξας, καὶ τὰς κολάσεις ὑπέμνησας, καὶ τὰς τιμωρίας διεγράψω, καὶ περισσῶς κατέπληξας καὶ ἐφόβησας. Καὶ οἶδα ἀληθῶς, ὅτι οὕτως ἐστίν· καὶ οἶδα, ὅτι ἕκαστος ὑμῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ, καὶ ἕκαστος θερίσει ὃ ἔσπειρεν, καὶ ἕκαστος τὸ ἴδιον φορτίον βαστάσει. Ἀλλ' ὡς ταῦτα ἀπήγγειλας, καὶ εἰς μέσον ἤγαγες, καὶ κατέπληξας καὶ ἐφόβησας, ὑπόδειξον ἡμῖν λοιπὸν καὶ τῆς σωτηρίας τὸν τρόπον, δὸς καὶ τῆς πληγῆς τὴν ἴασιν· ὥσπερ εἶπες τὰ καταπληκτικὰ, εἰπὲ καὶ τὰ χαροποιά. Ἰδοὺ σωθῆναι θέλω, τί ποιήσω; πῶς σωθῶ; ποίῳ τρόπῳ χρήσομαι; πρὸς τίνα καταφεύξομαι; Πολλὰ γὰρ ἥμαρτον, καὶ ἐν ἔργοις καὶ ἐν λόγοις, καὶ ἑκουσίως καὶ ἀκουσίως, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ κατὰ πᾶσαν ὥραν. Τί οὖν ποιήσω; πῶς σωθῶ; πρὸς τίνα καταφεύξομαι; Ἐγώ σοι λέγω πρὸς τίνα καταφύγῃς. Ὁ μακάριος ∆αυῒδ ὑπέδειξε πρὸς τίνα δεῖ καταφυγεῖν, εἰπών· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις. Τοῦτο ὑπέδειξεν καὶ Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Τοῦτο ἀπήγγειλε καὶ ὁ ἄγγελος, λέγων· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ πάλιν ὁ προφήτης ∆αυῒδ λέγει· Κύριε, πρὸς σὲ κατέφυγον. Πρὸς τοῦτον καὶ σὺ κατάφυγε τὸν εἰπόντα· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς· τὸν εἰπόντα, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες 59.566 ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες· τὸν εἰπόντα, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· τὸν λέγοντα, ∆εῦτε πάντες πρός με οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· τὸν εἰπόντα, Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας· τὸν λέγοντα, ὅτι Τὸν ἐρχόμενον πρὸς μὲ, οὐ μὴ ἐκβάλω ἔξω· τὸν εἰπόντα διὰ τοῦ προφήτου, Ζῶ ἐγὼ, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· τὸν εἰπόντα, ὅτι Ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· τὸν εἰπόντα, Χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Πρὸς τοῦτον κατάφευγε μετανοῶν καὶ δακρύων. Μετανόησον, καὶ μὴ διακριθῇς· μετανόησον, καὶ μὴ ἀθυμήσῃς, μηδὲ ἀπογνώσῃς σεαυτὸν ἔχοντα σωτηρίας φάρμακα. Ἐν οὐρανῷ χαρὰ γίνεταί σου μετανοοῦντος, καὶ σὺ ῥᾳθυμεῖς; ἄγγελοι σκιρτῶσι, καὶ σὺ νυστάζεις; διὰ σὲ παραγέγονεν ὁ ἰατρὸς τῶν ψυχῶν, καὶ σὺ τὸ τραῦμα κρύπτεις; αὐτὸς κράζει· ἐπιστράφητε πρὸς μὲ, υἱοὶ ἀνθρώπων, δεῦτε πρὸς μέ· καὶ σὺ οὐ σπουδάζεις; αὐτὸς κράζει· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὢ φιλανθρωπία ∆εσπότου ἀνείκαστος! Οὐκ ἦλθον καλέσαι δικαίους, φησὶν, ἀλλὰ ἁμαρτωλούς. Θάρσει οὖν, ἁμαρτωλὲ, καὶ μὴ ἀθυμήσῃς. Σὲ γὰρ ἦλθε καλέσαι ὁ ποιμὴν ὁ καλός· διὰ σὲ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, λέγων· ∆εῦτε πρὸς μὲ, πάντες οἱ πεφορτισμένοι. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς. Ὅρα δὲ μὴ χαυνωθῇς ἐπὶ τῷ λόγῳ, ἀκούων τὴν αὐτοῦ ἄφατον φιλανθρωπίαν· οὐ γὰρ μόνον τὴν κλῆσιν ψιλὴν εἴρηκεν, ἀλλὰ προσέθηκε τὸ, Εἰς μετάνοιαν. Οὐ γὰρ ἦλθον, φησὶ, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· οὐκ εἰς γελοῖα, ἀλλ' εἰς δάκρυα· οὐκ εἰς αἰσχρολογίαν, ἀλλ' εἰς δοξολογίαν· οὐκ εἰς ἄριστα καὶ δεῖπνα καὶ μέθην, ἀλλ' εἰς νηστείαν καὶ ἀγρυπνίαν καὶ δάκρυα· οὐκ εἰς χορεύματα καὶ κιθαρισμοὺς καὶ καταλέγματα, ἀλλ' εἰς πένθος καὶ θλίψιν καὶ στενοχωρίαν, λέγων· Μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες, δηλονότι, τὰς ἁμαρτίας αὐτῶν. Ἄρξαι οὖν τοῦ μετανοεῖν· βάλε τὴν ἀρχὴν μόνον, καὶ ὁ Θεὸς τῶν μετανοούντων συνεργήσει, καὶ ἐνισχύει σε, καὶ εὑρήσεις χάριν πολλὴν, καὶ γενήσεται ἐν σοὶ ὑπὲρ μέλι καὶ κηρίον. Πολλαὶ ὁδοὶ βίου, καθὼς γέγραπται, καὶ πολλοὶ τρόποι τῆς σωτηρίας. Οἵῳ τρόπῳ θέλεις, σώθητι, μόνον σώθητι. Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, οὐ ζητεῖ ὁ Θεός. Οὐκ ἔχεις ἄρτον, οὐκ ἔχεις