14
ἔλαμψε, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητόν. Περὶ ὥραν ἐννάτην. Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ μέθης καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερμένοι, καὶ πολλῷ τῷ πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον. Εἰ δὲ ἐκεῖνοι εὐχῆς ἐδέοντο, εὐχῆς οὕτω ἐκτενοῦς, εὐχῆς οὕτω διηκριβωμένης, οἱ τοσαύτην ἔχοντες παῤῥησίαν, οἱ μηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, τί ποιήσομεν ἡμεῖς, μυρίων γέμοντες τραυμάτων, οὐκ ἐπιτιθέντες δὲ τῆς εὐχῆς τὸ φάρμακον; Μέγα ὅπλον εὐχή. Βούλει μαθεῖν πῶς μέγα ὅπλον ἡ εὐχή; Προστασίας πενήτων παρέδραμον οἱ ἀπόστολοι, ἵνα πλείονα σχολὴν περὶ τὴν εὐχὴν ἔχωσι. Καταστήσατε γὰρ, φησὶν, ἐξ ὑμῶν ἄνδρας μαρτυρουμένους ἑπτά· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
εʹ. Ἀλλ', ὅπερ ἔλεγον (μὴ γὰρ ἐκπέσωμεν τῆς ὑποθέσεως, ὅτι ὁ μὲν Πέτρος καὶ πρᾶξιν ἐπεδείξατο, καὶ θαῦμα ἐποίησε, καὶ ἀπὸ τῆς πράξεως ἐπαινεῖται μᾶλλον), ἀνῆλθεν οὖν εἰς τὸ ἱερὸν προσεύξασθαι· καὶ ἰδοὺ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, βασταζόμενος ἐκεῖ πρὸς τὴν θύραν τοῦ ἱεροῦ. Ἀπ' αὐτῶν τῶν ὠδίνων ἡ πήρωσις τῆς φύσεως ἦν, καὶ μεῖζον ἰατρικῆς τέχνης τὸ νόσημα, ἵνα μειζόνως ἐπιδειχθῇ ἡ τοῦ Θεοῦ χάρις. Οὗτος οὖν ὁ χωλὸς ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ· καὶ ἰδὼν αὐτοὺς εἰσιόντας, προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεημοσύνην παρ' αὐτῶν λαβεῖν. Τί οὖν ὁ Πέτρος; Βλέψον εἰς ἡμᾶς, φησίν. Ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπόδειξις τῆς ἀκτημοσύνης· οὐ χρεία λόγων, οὐδὲ ἀποδείξεως, οὐδὲ ἀποκρίσεως, οὐδὲ διδασκαλίας· ὁ στολισμός σοι δείκνυσι τὸν ἀκτήμονα. Τοῦτο οὖν ὅλον τὸ κατόρθωμα τῆς ἀποστολῆς, ἵνα ταῦτα λέγῃς πρὸς τὸν πένητα, ἵνα μὴ διορθώσῃ τὴν πενίαν μόνον, ἵνα εἴπῃς, Ὄψει μείζονα πλοῦτον. Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. Εἶδες πενίαν καὶ πλοῦτον; πενίαν μὲν χρημά 51.85 των, πλοῦτον δὲ χαρισμάτων. Οὐκ ἔλυσε πενίαν χρημάτων, ἀλλὰ διώρθωσε πενίαν φύσεως. Ὅρα τὴν ἐπιείκειαν Πέτρου· Βλέψον εἰς ἡμᾶς. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδορήσατο, ὃ πολλάκις ποιοῦμεν ἡμεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡμῖν, εὐθύνας ἐγκαλοῦντες αὐτοῖς, ὅτι καθεύδουσι. Μὴ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε; Οὐκ ἐκέλευσέ σοι ἀργίαν ἐγκαλεῖν, ἀλλὰ πενίαν διορθοῦσθαι· οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατέστησε συμφορᾶς· οὐχ ἵνα ὀνειδίζῃς νωθείαν, ἀλλ' ἵνα χεῖρα ὀρέγῃς τοῖς κειμένοις· οὐχ ἵνα κακίζῃς τρόπον, ἀλλ' ἵνα λύσῃς λιμόν. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν· ἀφέντες παραμυθήσασθαι τοὺς προσιόντας τῇ δόσει τῶν χρημάτων, καὶ προσεπιτρίβομεν αὐτῶν τὰ τραύματα ταῖς τῶν ἐγκλημάτων ἐπαγωγαῖς. Ἀλλὰ καὶ ἀπολογεῖται τῷ πένητι, καὶ μετ' ἐπιεικείας διαλέγεται· Κλῖνον γὰρ, φησὶ, πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά. Ἀργύριον καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. ∆ύο ἐνταῦθά ἐστι, πολιτεία καὶ θαῦμα. Πολιτεία, τὸ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· πολιτείας γὰρ τὸ καταφρονεῖν τῶν γηΐνων πραγμάτων, τὸ ῥῖψαι τὰ ὑπάρχοντα, τὸ ὑπεριδεῖν τῆς παρούσης ματαιότητος· θαῦμα δὲ τὸ ἐγεῖραι τὸν χωλὸν, τὸ διορθῶσαι τὰ μέλη τὰ πεπηρωμένα. Ἰδοὺ τοίνυν καὶ πολιτεία καὶ θαῦμα. Ἴδωμεν οὖν πόθεν ὁ Πέτρος καυχᾶται. Τί εἶπεν; Ὅτι θαύματα ἐποίησε; καίτοι θαύματα ἦν πεποιηκὼς τότε· ἀλλ' οὐκ εἶπε τοῦτο· ἀλλὰ τί; Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Εἶδες τὴν πολιτείαν καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν στεφανουμένην; Τί οὖν ὁ Χριστός; Τοῦτον ἀπεδέξατο καὶ ἐπῄνεσε. Λέγω γὰρ ὑμῖν, φησὶν, ὅτι ὑμεῖς οἱ ἀφέντες οἰκίας, καὶ τὰ λοιπά. Οὐκ εἶπεν, Οἱ ἀναστήσαντες νεκροὺς, ἀλλ' Ὑμεῖς οἱ ἀφέντες τὰ ὑπάρχοντα ὑμῶν, καθήσεσθε ἐπὶ δώδεκα θρόνους· καὶ πᾶς ὅστις ἀφῆκε τὰ ὑπάρχοντα αὐτῷ πάντα, ταύτης ἀπολαύσεται τῆς τιμῆς. Οὐ δύνασαι ἀναστῆσαι χωλὸν, καθάπερ ὁ Πέτρος; Ἀλλὰ δύνασαι εἰπεῖν, ὡς ἐκεῖνος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Κἂν τοῦτο εἴπῃς, ἐγγὺς ἐγένου τοῦ Πέτρου· μᾶλλον δὲ οὐδὲ ἂν