1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

17

εὐσεβοῦσι δὲ τῷ τρόπῳ. Εἶδες παραδείσου μῆκος πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐκτεταμένου; Ἐνταῦθα οὐκ ἔστιν ὄφις, καθαρὸν τῶν θηρίων ἐστὶ τὸ χωρίον, καὶ τῇ τοῦ Πνεύματος τειχίζεται χάριτι. Ἔχει καὶ πηγὴν ὁ παράδεισος οὗτος, καθάπερ ἐκεῖνος, πηγὴν μυρίων ποταμῶν μητέρα, οὐχὶ τεσσάρων. Οὐ γὰρ τὸν Τίγρητα, οὐδὲ τὸν Εὐφράτην, οὐδὲ τὸν Αἰγύπτιον Νεῖλον, οὐδὲ τὸν Ἰνδὸν Γάγγην, ἀλλὰ μυρίους ἀφίησι ποταμοὺς αὕτη ἡ πηγή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τοὺς ποταμοὺς ἡμῖν χαρισάμενος Θεός· Ὁ πιστεύων γὰρ εἰς ἐμὲ, φησὶ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Εἶδες πῶς οὐχὶ τέσσαρες ποταμοὶ, ἀλλὰ ἀδιόριστοι ἀπὸ τῆς πηγῆς ἐκείνης ἐκχέοντες; Οὐ τῷ πλήθει δὲ μόνον, ἀλλὰ καὶ τῇ φύσει θαυμαστὴ ἡ πηγή· οὐ γὰρ ὕδατός ἐστι τὰ νάματα, ἀλλὰ Πνεύματος τὰ χαρίσματα. Αὕτη ἡ πηγὴ καθ' ἑκάστην ψυχήν ἐστι τῶν πιστῶν μεριζομένη, καὶ οὐ μειουμένη· μεριζομένη, καὶ οὐ δαπανωμένη· κατακερματιζομένη, καὶ οὐκ ἐλαττουμένη· παρὰ πᾶσιν ὁλόκληρος, καὶ ἐν ἑκάστῳ ὁλόκληρος. Τοσαῦτα γὰρ τοῦ Πνεύματος τὰ χαρίσματα. Βούλει μαθεῖν τὴν δαψίλειαν τῶν ναμάτων τούτων; βούλει μαθεῖν τῶν ὑδάτων τὴν φύσιν; πῶς οὐκ ἔοικε τούτοις, ἀλλὰ βελτίω τούτων καὶ θαυμασιώτερά ἐστιν; Ἄκουσον πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τῇ Σαμαρείτιδι, ἵνα μάθῃς τὴν δαψίλειαν τῆς πηγῆς. Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, φησὶ, τῷ πιστῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὐκ εἶπεν, ἐξιόντος, οὐκ εἶπε, προχεομένου, ἀλλὰ, ἁλλομένου, διὰ τῶν ἁλμάτων τὴν ἀφθονίαν ἡμῖν ἐμφαίνων. Ἐκεῖνα 51.89 τῶν κρηναίων ὑδάτων ἐξάλλεσθαι καὶ πηδᾷν πανταχόθεν εἴωθεν, ἅπερ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν, ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι. Βουλόμενος οὖν τὴν δαψίλειαν τῶν ναμάτων δεῖξαι, εἶπεν, ἁλλομένου, οὐκ, ἐξιόντος. Βούλει καὶ τὴν φύσιν αὐτῆς καταμαθεῖν; Μάνθανε ἀπὸ τῆς χρείας. Οὐ γὰρ εἰς ζωὴν τὴν παροῦσαν, ἀλλ' εἰς ζωὴν αἰώνιόν ἐστι χρησίμη. ∆ιατρίψωμεν τοίνυν ἐν τῷ παραδείσῳ τούτῳ, παρακαθεζώμεθα τῇ πηγῇ, μὴ πάθωμεν ὅπερ ἔπαθεν ὁ Ἀδὰμ, καὶ ἐκπέσωμεν τοῦ παραδείσου· μὴ δεξώμεθα συμβουλὴν ὀλεθρίαν, μὴ παραδεξώμεθα τὴν ἀπάτην τοῦ διαβόλου· μένωμεν ἔνδον· πολλὴ γὰρ ἡ ἐντεῦθεν ἀσφάλεια· μένωμεν ἐν τῇ ἀναγνώσει τῶν Γραφῶν τούτων. Καθάπερ γὰρ οἱ πηγῇ παρακαθήμενοι, καὶ τῆς αὔρας ἐκείνης ἀπολαύοντες, καὶ καύσωνος ἐπικειμένου τὴν ὄψιν συνεχῶς ἐπικλύζοντες, ἀποκρούονται τὸ πνῖγος τοῖς νάμασι, καὶ δίψους διενοχλοῦντος ῥᾳδίως ἰῶνται τὸ πάθος, ἐγγύθεν τὸ φάρμακον ἀπὸ τῆς πηγῆς ἔχοντες· οὕτως ὁ παρὰ τὴν πηγὴν τῶν θείων Γραφῶν παρακαθήμενος, κἂν ἐπιθυμίας ἀτόπου φλόγα διενοχλοῦσαν ἴδῃ, ῥᾳδίως ἀπὸ τῶν ναμάτων ἐκείνων τὴν ψυχὴν ἀποκλύσας ἀπεκρούσατο τὴν φλόγα· κἂν ὀργὴ διακαὴς ἐνοχλῇ, τὴν καρδίαν καθάπερ λέβητα ὑποκαιόμενον ἀναβράσσουσα, μικρὸν τοῦ νάματος ἐπιστάξας, εὐθέως κατέστειλε τοῦ πάθους τὴν ἀναισχυντίαν· καὶ ἐκ πάντων τῶν πονηρῶν λογισμῶν, ὥσπερ ἐκ μέσης φλογὸς, ἐξαρπάζει τὴν ψυχὴν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.

βʹ. ∆ιὸ καὶ ὁ προφήτης ὁ μέγας ∆αυῒδ ἐκεῖνος, εἰδὼς τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἀναγνώσεως τῶν Γραφῶν, τὸν διηνεκῶς προσέχοντα ταῖς Γραφαῖς καὶ τῆς ὁμιλίας ταύτης ἀπολαύοντα παρεικάζει φυτῷ ἀεὶ τεθηλότι, παρὰ τοὺς ῥύακας ἑστηκότι τῶν ὑδάτων, οὑτωσὶ λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Καθάπερ γὰρ τὸ ξύλον ἐκεῖνο τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, παρ' αὐτοὺς τοὺς ῥύακας ἑστηκὸς, διηνεκῆ τῆς ἀρδείας ἔχον τὴν χορηγίαν, πάσῃ ἀέρων ἀνωμαλίᾳ ἀχείρωτον γίνεται, καὶ οὔτε ἀκτῖνα θερμοτέραν γενομένην