1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

29

εʹ. Ἀλλ' ὅτι μὲν ἡ τῶν καιρῶν παρατήρησις καὶ τὰ λοιπὰ πάντα χρησίμως καὶ συμφερόντως ἐγίνοντο, ἀπὸ τούτων δῆλον· ἴδωμεν δὲ λοιπὸν τίνος ἕνεκεν τὸ 51.104 βιβλίον τῶν Πράξεων τῶν ἀποστόλων ἐν τῷ καιρῷ τῆς Πεντηκοστῆς ἀναγινώσκεται. ∆ιὰ γὰρ τοῦτο ταῦτα πάντα ἐκινήσαμεν, ἵν', ὅταν ἴδητε καιρῶν παρατήρησιν ἐγκειμένην, μὴ νομίσητε πολιτείαν νοσεῖν Ἰουδαϊκὴν τοὺς ἀποστόλους. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ· οὐ γὰρ μικρόν ἐστι ζήτημα τὸ μέλλον ῥηθήσεσθαι. Ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὰ περὶ τοῦ σταυροῦ πάντα ἀναγινώσκομεν· ἐν τῷ σαββάτῳ τῷ μεγάλῳ πάλιν, ὅτι παρεδόθη ἡμῶν ὁ Κύριος, ὅτι ἐσταυρώθη, ὅτι ἀπέθανε τὸ κατὰ σάρκα, ὅτι ἐτάφη· τίνος οὖν ἕνεκεν καὶ τὰς Πράξεις τῶν ἀποστόλων οὐ μετὰ τὴν Πεντηκοστὴν ἀναγινώσκομεν, ὅτε καὶ ἐγένοντο, καὶ ἀρχὴν ἔλαβον; Καὶ οἶδα μὲν ὅτι πολλοὶ τοῦτο ἀγνοοῦσι· διόπερ ἀπὸ τοῦ βιβλίου τῶν Πράξεων αὐτὸ πιστώσασθαι ἀναγκαῖον, ἵνα μάθητε, ὅτι τὴν ἀρχὴν τῶν Πράξεων τῶν ἀποστολικῶν οὐχ ἡ Πεντηκοστὴ ἔχει, ἀλλ' ὁ καιρὸς ὁ μετὰ τὴν Πεντηκοστήν. ∆ιὸ καὶ δικαίως ἄν τις ζητήσειε, τί δήποτε τὸν μὲν σταυρὸν ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ καὶ τοῦ πάθους ἀναγινώσκειν νενομοθέτηται· τὰς δὲ Πράξεις τὰς ἀποστολικὰς οὐκ αὐταῖς ταῖς ἡμέραις ἀναγινώσκομεν, οὐδὲ τῷ καιρῷ καθ' ὃν ἐπράχθησαν, ἀλλὰ προφθάνομεν τὸν καιρόν. Οὐδὲ γὰρ εὐθέως ὅτε ἀνέστη Χριστὸς, θαύματα ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνηλίζετο ἐπὶ τῆς γῆς. Τίνος δὲ ἕνεκεν τὰς τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς, ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· τέως δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν τοῦ λόγου, δεικνύντες, ὅτι οὐκ εὐθέως εἰς τὸν οὐρανὸν ἀνέβη μετὰ τὴν ἀνάστασιν ὁ Χριστὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς διέτριψε μετὰ τῶν μαθητῶν, καὶ οὐχ ἁπλῶς διέτριψεν, ἀλλὰ καὶ συναλιζόμενος, καὶ τραπέζης κοινωνῶν, καὶ ὁμιλίας μεταδιδοὺς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνῆλθε πρὸς τὸν Πατέρα ἐν τοῖς οὐρανοῖς, καὶ οὐδὲ τότε ἐθαυματούργουν, ἀλλ' ἕτεραι δέκα ἐγίνοντο ἡμέραι, καὶ πληρουμένης τῆς Πεντηκοστῆς ἐπέμφθη αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε λαβόντες τὰς πυρίνας γλώσσας ἤρξαντο ποιεῖν θαύματα. Ταῦτα δὲ πάντα, ἀγαπητοὶ, ἀπὸ τῶν Γραφῶν πιστωσόμεθα· οἷον ὅτι τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο, ὅτι μετὰ τὴν Πεντηκοστὴν κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τότε τὰς γλώσσας ἔλαβον τὰς πυρίνας, ὅτι τῶν σημείων ἔκτοτε ἤρξαντο. Τίς οὖν ταῦτα πάντα φησίν; Ὁ τοῦ Παύλου μαθητὴς, ὁ τίμιος καὶ μέγας Λουκᾶς, οὕτω ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ὁρᾷς ὅτι μετὰ τὴν ἀνάστασιν τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς ἦν ὁ Κύριος, λέγων περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ συναλιζόμενος τοῖς ἀποστόλοις; ὁρᾷς ὅτι καὶ τραπέζης ἐκοινώνει; Καὶ παρήγγειλεν αὐτοῖς, φησὶν, ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου, φησίν· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτι 51.105 σθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Ταῦτα δὲ ἔλεγεν ὁ Σωτὴρ ἐν ταῖς τεσσαράκοντα ἡμέραις, Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἐν τῇ Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἶδες πῶς καὶ τεσσαράκοντα ἡμέρας