1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

32

ἀποδείξεις τὰ λεγόμενα, διὸ καὶ πάλιν τὰ αὐτὰ ἐρῶ. Ἐποίησε σημεῖα πρὸ τούτου ὁ Χριστὸς, νεκροὺς ἤγειρε, λεπροὺς ἐκάθηρε, δαίμονας ἀπήλασεν· ἐσταυρώθη μετὰ ταῦτα, καὶ ὡς οἱ παράνομοι Ἰουδαῖοι λέγουσιν, οὐκ ἀνέστη ἐκ νεκρῶν. Τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Ὅτι εἰ μὴ ἀνέστη, πῶς μετὰ ταῦτα ἐν τῷ ὀνόματι αὐτοῦ μείζονα ἐγένετο σημεῖα; Οὐδεὶς 51.108 γὰρ τῶν ζώντων τελευτήσας μείζονα σημεῖα ἐποίησε μετὰ τὴν τελευτὴν, ἐνταῦθα δὲ μείζονα καὶ τῷ τρόπῳ καὶ τῇ φύσει τὰ θαύματα μετὰ ταῦτα ἦν. Φύσει γὰρ μείζονα ἦν, ὅτι μὲν τοῦ Χριστοῦ οὐδέποτε σκιαὶ νεκροὺς ἀνέστησαν· ἐπὶ δὲ τῶν ἀποστόλων αἱ σκιαὶ αὐτῶν πολλὰ τοιαῦτα ἐποίουν. Τρόπῳ δὲ μείζονα ἐγένετο σημεῖα, ὅτι τότε μὲν αὐτὸς ἐπιτάττων ἐθαυματούργει· μετὰ δὲ τὸν σταυρὸν οἱ δοῦλοι αὐτοῦ τῷ σεβασμίῳ καὶ ἁγίῳ αὐτοῦ ὀνόματι χρώμενοι μείζονα καὶ ὑψηλότερα ἐποίουν, ὥστε μειζόνως αὐτοῦ καὶ ἐνδοξοτέρως διαλάμψαι τὴν ἰσχύν. Τοῦ γὰρ αὐτὸν ἐπιτάττειν πολλῷ μεῖζον ἦν τὸ ἕτερον τῷ ἐκείνου κεχρημένον ὀνόματι τοιαῦτα θαυματουργεῖν. Εἶδες, ἀγαπητὲ, καὶ τῇ φύσει καὶ τῷ τρόπῳ μείζονα ὄντα τὰ σημεῖα τῶν ἀποστόλων μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ; Οὐκοῦν ἀναμφισβήτητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως. Ὅπερ γὰρ ἔλεγον, καὶ πάλιν ἐρῶ, εἰ ἐτετελευτήκει ὁ Χριστὸς, καὶ οὐκ ἀνέστη, ἔδει καὶ τὰ σημεῖα τελευτῆσαι καὶ ἀποσβεσθῆναι· νυνὶ δὲ οὐ μόνον οὐκ ἀπεσβέσθη, ἀλλὰ καὶ λαμπρότερα καὶ ἐνδοξότερα γέγονε μετὰ ταῦτα. Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, οὐκ ἂν ἕτεροι ἐν τῷ ὀνόματι αὐτοῦ τοιαῦτα σημεῖα ἐποίησαν. Ἡ αὐτὴ μὲν γὰρ δύναμις καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν ἐθαυματούργει· καὶ πρῶτον μὲν δι' ἑαυτοῦ, ὕστερον δὲ διὰ τῶν μαθητῶν· ἵνα δὲ σαφεστέρα καὶ ἐνδοξοτέρα γένηται τῆς ἀναστάσεως ἡ ἀπόδειξις, μείζονα καὶ ὑψηλότερα μετὰ τὸν σταυρὸν ἐγένετο τὰ σημεῖα. Καὶ πόθεν δῆλον ὅτι σημεῖα γέγονε τότε; ὁ ἄπιστος ἐρεῖ Πόθεν δὲ καὶ δῆλον ὅτι ἐσταυρώθη ὁ Χριστός; Ἀπὸ τῶν θείων Γραφῶν, φησί. Καὶ γὰρ ὅτι σημεῖα γέγονε τότε καὶ ὅτι ἐσταυρώθη ὁ Χριστὸς, ἀπὸ τῶν ἁγίων Γραφῶν δῆλον. Ἐκεῖναι μὲν γὰρ καὶ ταῦτα κἀκεῖνα λέγουσιν. Εἰ δὲ λέγει ὁ ὑπεναντίος, ὅτι οὐκ ἐποίησαν σημεῖα οἱ ἀπόστολοι, μειζόνως αὐτῶν δεικνύεις τὴν δύναμιν καὶ τὴν θείαν χάριν, ὅτι χωρὶς σημείων τοσαύτην οἰκουμένην ἐπεσπάσαντο πρὸς θεοσέβειαν. Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι, καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώδεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσόφους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν γῆν χωρὶς σημείων φαίνωνται πρὸς ἑαυτοὺς ἑλκύσαντες. Βούλει δὲ καὶ νῦν σημεῖα γινόμενα ἰδεῖν; Ἐγώ σοι δείξω καὶ μείζονα τῶν προτέρων, οὐχ ἕνα νεκρὸν ἐγειρόμενον, οὐχ ἕνα τυφλὸν ἀναβλέποντα, ἀλλὰ πᾶσαν τὴν γῆν τὸ σκότος τῆς πλάνης ἀποθεμένην· οὐχ ἕνα λεπρὸν καθαιρόμενον, ἀλλ' ἔθνη τοσαῦτα τὴν λέπραν τῆς ἁμαρτίας ἀποσμήξαντα καὶ διὰ τοῦ λουτροῦ παλιγγενεσίας καθαρθέντα. Τί τούτων τῶν σημείων μεῖζον ἐπιζητεῖς, ἄνθρωπε, ἀθρόον τοσαύτην τῆς οἰκουμένης μεταβολὴν ὁρῶν γεγενημένην;

ηʹ. Βούλει μαθεῖν πῶς ἀναβλέψαι τὴν οἰκουμένην ἐποίησεν ὁ Χριστός; Τὸ πρότερον τὸ ξύλον καὶ τὸν λίθον οὐκ ἐνόμιζον εἶναι ξύλον καὶ λίθον οἱ ἄνθρωποι, ἀλλὰ θεοὺς ἐκάλουν τὰ ἀναίσθητα, οὕτως ἦσαν ἀποτετυφλωμένοι· νυνὶ δὲ εἶδον τί ξύλον, τί λίθος· ἐπίστευσαν τί Θεός. Πίστει γὰρ μόνῃ θεωρεῖται ἡ ἀνώλεθρος καὶ μακαρία φύσις ἐκείνη. Βούλει δὲ καὶ ἕτερον ἀναστάσεως ἰδεῖν σημεῖον; Ἀπὸ τῆς τῶν μαθητῶν γνώμης ὄψει καὶ τοῦτο μεῖζον γινόμενον μετὰ 51.109 τὴν ἀνάστασιν. Καὶ γὰρ παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ὁ μὲν περὶ ζῶντα ἄνθρωπον εὐνοϊκῶς διακείμενος καὶ ἀποθανόντος ἴσως οὐδὲ μέμνηται· ὁ δὲ περὶ ζῶντα ἀγνωμόνως διατεθεὶς καὶ ἐγκαταλιπὼν περιόντα, πολλῷ μᾶλλον ἀποθανόντος ἐπιλήσεται. Ὅθεν οὐδεὶς τῶν ἀνθρώπων τὸν φίλον καὶ τὸν διδάσκαλον ἀφεὶς ζῶντα καὶ ἐγκαταλιπὼν, τελευτήσαντα περὶ πολλοῦ ποιεῖται, καὶ μάλιστα ὅταν κινδύνους μυρίους αὐτῷ