1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

9

κατισχύσουσιν αὐτῆς· προσβαλοῦσι μὲν γὰρ, οὐ περιέσονται δὲ αὐτῆς. Ἀλλὰ τί ποτέ ἐστι, Πύλαι ᾅδου; τάχα γὰρ ἀσαφὲς τὸ εἰρημένον. Μάθωμεν τί ἐστι πύλη πόλεως, καὶ τότε εἰσόμεθα τί ἐστι πύλη ᾅδου. Πύλη πόλεώς ἐστιν εἴσοδος ἡ εἰς τὴν πόλιν· οὐκοῦν καὶ πύλη ᾅδου ἐστὶ κίνδυνος εἰς τὸν ᾅδην φέρων. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Ἂν τοιοῦτοι κίνδυνοι καταῤῥαγῶσι καὶ προσβάλωσιν, ὡς πρὸς αὐτὸν ἐνεγκεῖν ἡμᾶς τὸν ᾅδην, ἀπερίτρεπτος ἡ Ἐκκλησία μένει. Ἠδύνατο μὲν γὰρ μὴ ἀφεῖναι πεῖραν αὐτὴν λαβεῖν τῶν δεινῶν· τίνος οὖν ἕνεκεν ἀφῆκεν; Ὅτι πολλῷ μεῖζόν ἐστι τοῦ κωλῦσαι τοὺς πειρασμοὺς τὸ συγχωρήσαντα τοὺς πειρασμοὺς ἐλθεῖν, μηδὲν ἀφεῖναι δεινὸν ἐκ τῆς ἐπαγωγῆς τούτων παθεῖν. ∆ιὰ τοῦτο ἀφῆκε πάντας ἐπελθεῖν τοὺς πειρασμοὺς, ἵνα δοκιμωτέραν αὐτὴν ἐργάσηται· Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Καὶ ἵνα τὴν δύναμιν τὴν ἑαυτοῦ μετὰ πλείονος ἐπιδείξηται περιουσίας, ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου ἐξαρπάζει αὐτήν. ∆ιὰ τοῦτο καὶ τὸ κλυδώνιον εἴασε γενέσθαι, καὶ βαπτισθῆναι τὸ σκάφος οὐκ εἴασεν. Οὕτω καὶ κυβερνήτην θαυμάζομεν, οὐχ ὅταν ἐξ οὐρίας πλέων, οὐδ' ὅταν κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος διασώσῃ τὸ σκάφος· ἀλλ' ὅταν τῆς θαλάσσης στασιαζούσης, καὶ τῶν κυμάτων ἀγριουμένων, καὶ τοῦ χειμῶνος 51.78 καταῤῥηγνυμένου, τὴν τέχνην πρὸς τὴν τῶν ἀνέμων ἀντιστήσας φορὰν, ἐκ μέσου τοῦ χειμῶνος ἐξαρπάσῃ τὸ πλοῖον. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καθάπερ πλοῖον ἐν θαλάττῃ τὴν Ἐκκλησίαν ἐν τῇ οἰκουμένῃ φέρεσθαι πάλιν ἀφεὶς, οὐ κατέλυσε τὴν ζάλην, ἀλλ' ἐξήρπασε τῆς ζάλης· οὐ κατέστειλε τὴν θάλασσαν, ἀλλ' ἠσφαλίσατο τὴν ναῦν· καὶ διανισταμένων τῶν πανταχοῦ δήμων, καθάπερ κυμάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευμάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέμων, καὶ πάντοθεν ἐγειρομένου τοῦ χειμῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην ἐποίει· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον ὁ χειμὼν οὐ κατέκλυσε τὴν ναῦν, ἀλλ' ὅτι καὶ τὸν χειμῶνα ἡ ναῦς κατέλυσεν. Οἱ γὰρ διωγμοὶ οἱ συνεχεῖς οὐ μόνον οὐ κατεπόντισαν τὴν Ἐκκλησίαν, ἀλλὰ καὶ διελύθησαν ὑπὸ τῆς Ἐκκλησίας. Πῶς καὶ τίνα τρόπον, καὶ πόθεν; Ἀπὸ τῆς ἀποφάσεως ταύτης τῆς λεγούσης, Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πόσα ἔκαμον Ἕλληνες, ὥστε τὸ ῥῆμα τοῦτο καθελεῖν, ὥστε ἄκυρον ποιῆσαι τὴν ἀπόφασιν, καὶ οὐκ ἴσχυσαν καταλῦσαι; Θεοῦ γὰρ ἡ ἀπόφασις ἦν. Καὶ καθάπερ πύργον ἐξ ἀδαμαντίνων λίθων συγκείμενον, σιδήρῳ συνδεδεμένον ἀκριβῶς, οἱ πολέμιοι πανταχόθεν βάλλοντες, οὔτε τὴν οἰκοδομὴν χαυνοῦσιν, οὔτε τὴν ἁρμονίαν παραλύουσιν, ἀλλ' ἀπέρχονται τὸν μὲν πύργον μηδὲν καταβλάψαντες, μηδὲ ποιήσαντές τι κακὸν, τὴν δὲ ἑαυτῶν καταλύσαντες δύναμιν· οὕτω δὴ καὶ τὸ ῥῆμα τοῦτο, καθάπερ πύργον ὑψηλὸν ἐν μέσῃ τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας τετειχισμένον, οἱ Ἕλληνες πανταχόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον. Τί γὰρ οὐκ ἐμηχανήσαντο κατὰ τῆς ἀποφάσεως ταύτης; Στρατόπεδα παρεσκευάζετο, ὅπλα ἐκινεῖτο, βασιλεῖς καθωπλίζοντο, δῆμοι διηγείροντο, πόλεις διανίσταντο, δικασταὶ παρωξύνοντο, ἅπαν τιμωρίας εἶδος ἐπενοεῖτο· οὐδεὶς παρελιμπάνετο κολάσεως τρόπος· πῦρ, καὶ σίδηρος, καὶ θηρίων ὀδόντες, καὶ κρημνοὶ, καὶ καταποντισμοὶ, καὶ βάραθρον, καὶ ξύλον, καὶ σταυρὸς, καὶ κάμινος, καὶ πάντα ὅσα ὤφθη πώποτε βασανιστήρια εἰς μέσον ἐφέροντο· ἀπειλῶν ὄγκος ἄφατος, τιμῶν ὑποσχέσεις ἄφατοι, ὥστε ἐκείνῳ μὲν φοβῆσαι τῷ τρόπῳ, τούτῳ δὲ ἐκλῦσαι καὶ δελεάσαι. Οὐδὲν γοῦν ἀπάτης, οὐ βίας παρελιμπάνετο εἶδος. Καὶ γὰρ πατέρες παῖδας παρέδωκαν, καὶ παῖδες πατέρας ἠγνόησαν· μητέρες ὠδίνων ἐπελάθοντο· καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι. Ἀλλ' ὅμως οἱ θεμέλιοι τῆς Ἐκκλησίας οὐδὲ οὕτως ἐσαλεύθησαν· ἀλλὰ διὰ τῆς συγγενείας αὐτῆς ὁ πόλεμος ἤρετο καὶ τῶν τει 51.79 χῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Μὴ γὰρ ἴδῃς, ὅτι ῥῆμα ἦν, ἀλλ' ὅτι ῥῆμα Θεοῦ. Καὶ γὰρ τὸν οὐρανὸν ῥήματι ἐστερέωσεν ὁ Θεὸς, καὶ