1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

22

προσάγει καθάπερ δικαστὴς, καὶ τότε τὴν ἀπόφασιν ἐπ 51.95 άγει. Οὐ γὰρ πρὸ τῆς ἐρωτήσεως ἡ ἀπόφασις· δήλη μὲν γὰρ ἦν ἡ ἁμαρτία· ἀλλ' ἵνα ἡμᾶς τοὺς ἔξωθεν περιεστῶτας πείσῃ, ὅτι δικαίως ἐπάγει τὴν ψῆφον, διὰ τοῦτο ποιεῖται τὴν ἐρώτησιν, οὕτω λέγων· ∆ιὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Τί οὖν ἀκούων ἐκεῖνος τοὺς λόγους τούτους; Πεσὼν ἐξέψυξεν. Εἶδες πῶς καὶ ξίφος ἔχουσιν οἱ ἀπόστολοι; Ὅταν ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἐπὶ πᾶσι τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἀναμνήσθητι τῆς ἀποφάσεως ταύτης, ὅτι οὐδαμοῦ ξίφος, καὶ τῷ ῥήματι πληγεὶς ὁ ἱερόσυλος ἔπεσεν. Εἶδες μάχαιραν ἠκονημένην καὶ γεγυμνωμένην; Οὐδαμοῦ σίδηρος, οὐδαμοῦ λαβὴ, οὐδαμοῦ χεῖρες· ἀλλὰ ἀντὶ τῆς χειρὸς ἡ γλῶττα, τὰ ῥήματα ἀντὶ τῆς μαχαίρας ἐξενεγκοῦσα, εὐθέως ἐκεῖνον ἀπέσφαξε. Μετὰ τοῦτον εἰσῆλθεν ἡ γυνὴ, καὶ ἐβούλετο αὐτῇ δοῦναι πρόφασιν ἀπολογίας, ἀφορμὴν συγγνώμης· διὰ τοῦτο πάλιν ἐρωτᾷ· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε. Καίτοι γε ᾔδει, ὅτι οὐ τοσούτου· ἀλλ' ἵνα αὐτὴν διὰ τῆς ἐρωτήσεως εἰς μετάνοιαν ἀγάγῃ, καὶ καταγνῷ τῶν ἡμαρτημένων, καὶ μεταδῷ συγγνώμης αὐτῇ, διὰ τοῦτο αὐτὴν ἐρωτᾷ· ἀλλ' ὅμως ἐκείνη μετὰ ταῦτα ἀναισχύντως διέκειτο· διὰ τοῦτο ἐκοινώνησε τῆς τιμωρίας τοῦ ἀνδρός. Εἶδες δεσμωτηρίου δύναμιν; εἶδες πῶς εἰσι κύριοι εἰς θάνατον πέμπειν; Ἴδωμεν καὶ τὸ βέλτιον, πῶς ἀπὸ θανάτου ἀποκαλοῦνται πάλιν. Ἡ Ταβιθὰ, ἡ μαθήτρια, ἐλεημοσύναις πολλαῖς κομῶσα ἀπέθανε· καὶ δρόμος εὐθέως ἐπὶ τοὺς ἀποστόλους. Ἤδεισαν γὰρ ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν εἶχον· ᾔδεισαν τὴν ἄνω ἀρχὴν κάτω κατενεχθεῖσαν. Τί οὖν ἐλθὼν ὁ Πέτρος; Ταβιθὰ, ἀνάστηθι, φησίν. Οὐδεμιᾶς πραγματείας ἐδέησεν αὐτῷ, οὐχ ὑπηρετῶν, οὐ διακόνων· ἀλλ' ἤρκεσε τὰ ῥήματα πρὸς τὴν ἀνάστασιν· ἤκουσε γοῦν τῆς φωνῆς ὁ θάνατος, καὶ οὐκ ἴσχυσε κατασχεῖν τὴν νεκράν. Εἶδες οἷαι τῶν δικαστῶν τούτων αἱ φωναί; Αἱ μὲν γὰρ τῶν ἔξωθεν δικαστῶν ἀσθενεῖς. Κἂν γὰρ ἐπιτάξῃ τις ἐκείνων, ὁ δὲ διακονῶν μὴ ὑπηρετήσῃ, διεκόπη τὸ προσταχθέν· ἐνταῦθα δὲ οὐ δεῖται διακόνων· ἀλλ' εἶπε, καὶ εὐθέως ἐγένετο. Εἶδες αὐτῶν τὸ δεσμωτήριον, ὅπερ ἀρχῆς ἐστι σύμβολον· εἶδες πῶς ἀφιᾶσιν ἁμαρτήματα, πῶς λύουσι θάνατον, πῶς εἰς ζωὴν ἐπανάγουσι. Βούλει μαθεῖν καὶ τὴν ζώνην αὐτῶν; Καὶ γὰρ ἐζωσμένους αὐτοὺς ὁ Χριστὸς ἔπεμψεν, οὐχὶ ἐν δέρματι, ἀλλ' ἐν ἀληθείᾳ· αὕτη ἡ ζώνη ἁγία καὶ πνευματική· καὶ διὰ τοῦτό φησι· Περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Καὶ γὰρ ἡ ἀρχὴ πνευματικὴ, διὸ μηδὲν αἰσθητὸν ζήτει· Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Ἀλλὰ τί; βούλει καὶ τοὺς δημίους ἰδεῖν; ∆ήμιοί εἰσιν οἱ τοὺς ὑπευθύνους μαστίζοντες, προσαρτῶντες τῷ ξύλῳ, διαξαίνοντες τὰς πλευρὰς, παιδεύοντες, κολάζοντες. Βούλει οὖν τούτους ἰδεῖν; Οὐκ ἀνθρώπους ἔχουσιν, ἀλλ' αὐτὸν τὸν διάβολον, καὶ τοὺς δαίμονας· οἱ σῶμα καὶ σάρκα περικείμενοι, τὰς ἀσω 51.96 μάτους εἶχον ὑπηρετούσας δυνάμεις. Ἄκουσον γοῦν πῶς μετὰ αὐθεντίας ἐκείνοις ἐπέταττεν ὁ Παῦλος· περὶ γὰρ τοῦ πεπορνευκότος γράφων ἔλεγε· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Πάλιν ἐφ' ἑτέρων βλασφημούντων τὸ αὐτὸ τοῦτο πεποίηκε· Παρέδωκα γὰρ αὐτοὺς, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Τί λοιπὸν ὑπολέλειπται δεῖξαι; ὅτι καὶ ὀχήματα ἔχουσιν; Ἀλλ' οὐδὲ ταύτης ἀπορήσομεν τῆς ἀποδείξεως· τὸν γὰρ Φίλιππον, ἐπειδὴ τὸν εὐνοῦχον ἐβάπτισε, καὶ πρὸς τὴν ἱερὰν μυσταγωγίαν ἐχειραγώγησεν, ἔδει δὲ αὐτὸν ἐπανελθεῖν, ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, καὶ εὑρέθη εἰς Ἄζωτον ἀπὸ τῆς ἐρήμου. Εἶδες ὄχημα ὑπόπτερον; εἶδες ζεῦγος ἀνέμου σφοδρότερον; Πάλιν ἔδει τὸν ἀπόστολον εἰς τὸν παράδεισον ὁδεῦσαι, μῆκος οὕτω πολὺ, καὶ διάστημα ἄπειρον· κἀκεῖνος πάλιν ἀθρόον ἁρπαγεὶς ἐκεῖ μετεφέρετο ἀπονητὶ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Τὰ μὲν οὖν ὀχήματα τοιαῦτα· ἡ δὲ τοῦ κήρυκος φωνὴ, καὶ αὕτη πάλιν ἀξία τῆς