1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

33

προκειμένους ἀπὸ τῆς περὶ ἐκεῖνον σπουδῆς βλέπῃ. Ἀλλ' ἰδοὺ τοῦτο τὸ ἐπὶ μηδενὸς συμβαῖνον, ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων ἐγένετο, καὶ οἱ ζῶντα αὐτὸν ἀρνησάμενοι καὶ ἐγκαταλιπόντες, καὶ συλληφθέντα ἀφέντες, καὶ ἀποπηδήσαντες, μετὰ μυρία ἐκεῖνα ὀνείδη καὶ τὸν σταυρὸν, οὕτω περὶ πολλοῦ πεποίηνται, ὡς καὶ τὰς ψυχὰς ἐπιδοῦναι τὰς ἑαυτῶν ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως. Καίτοι γε εἰ καὶ τετελευτήκει Χριστὸς καὶ οὐκ ἀνέστη, πῶς εἶχε λόγον τοὺς ἡνίκα ἔζη φυγόντας διὰ τὸν ἐπικείμενον κίνδυνον, ἡνίκα ἐτελεύτησε μυρίοις ἑαυτοὺς δι' ἐκεῖνον περιβάλλειν κινδύνοις; Οἱ μὲν οὖν ἄλλοι πάντες ἔφυγον, Πέτρος δὲ καὶ ἠρνήσατο μεθ' ὅρκου τρίτον, καὶ ὁ μεθ' ὅρκου τρίτον αὐτὸν ἀρνησάμενος καὶ θεραπαινιδίου φόβον εὐτελοῦς δείσας, ἐπειδὴ ἐτελεύτησε, βουλόμενος ἡμᾶς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι εἶδεν αὐτὸν ἀναστάντα, οὕτως ἀθρόον μετεβάλλετο ὡς ὁλοκλήρου καταγελάσαι δήμου, καὶ εἰς μέσον τῶν Ἰουδαίων τὸ θέατρον εἰσπηδῆσαι καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ εἰς τοὺς οὐρανοὺς ἀνέβη, καὶ μηδὲν αὐτὸν ὑποδεῖσθαι δεινόν. Πόθεν οὖν τὸ θαῤῥεῖν αὐτῷ ἐγένετο; Πόθεν ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς πληροφορίας τῆς κατὰ τὴν ἀνάστασιν; Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν, καὶ διελέχθη, καὶ περὶ τῶν μελλόντων ἤκουσε, διὰ τοῦτο ὡς ὑπὲρ ζῶντος κινδυνεύων λοιπὸν, οὕτως ἁπάντων κατετόλμησε τῶν δεινῶν, ἅτε δὴ καὶ πλείονα λαβὼν δύναμιν καὶ μεῖζον τὸ θάρσος ὡς ὑπὲρ αὐτοῦ ἀποθανεῖν, καὶ τῷ σταυρῷ κατὰ κεφαλῆς προσομιλῆσαι. Ὅταν τοίνυν ἴδῃς καὶ σημεῖα μείζονα γινόμενα, καὶ τοὺς μαθητὰς πλείονα κεκτημένους εὔνοιαν περὶ αὐτὸν τοὺς πρότερον ἐγκαταλιπόντας αὐτὸν, καὶ παῤῥησίαν μείζονα ἐπιδεικνυμένους, καὶ πανταχόθεν λαμπροτέραν γινομένην τῶν πραγμάτων τὴν μεταβολὴν, καὶ ἐπὶ τὸ πεπαῤῥησιασμένον καὶ φαιδρὸν προελθόντα ἅπαντα, μάνθανε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας, ὅτι οὐ μέχρι θανάτου τὰ κατὰ τὸν Χριστὸν ἔμεινεν, ἀλλὰ ἀνάστασις αὐτὸν διεδέξατο, καὶ ζῇ καὶ μένει διηνεκῶς ὁ σταυρωθεὶς Θεὸς ἀναλλοίωτος. Οὐ γὰρ ἂν εἰ μὴ ἀνέστη καὶ ἔζη, μείζονα μετὰ ταῦτα σημεῖα εἰργάσαντο οἱ μαθηταὶ τῶν πρὸ τοῦ σταυροῦ γινομένων. Τότε μὲν γὰρ αὐτὸν καὶ οἱ μαθηταὶ ἐγκατέλιπον· νυνὶ δὲ αὐτῷ καὶ ἡ οἰκουμένη προστρέχει ἅπασα, καὶ οὐχὶ Πέτρος μόνον, ἀλλὰ καὶ ἕτεροι μυρίοι, καὶ πολλῷ πλέον μετὰ Πέτρον τῶν οὐχ ἑωρακότων αὐτὸν τὰς ψυχὰς ἐπέδωκαν τὰς ἑαυτῶν ὑπὲρ ἐκείνου, καὶ τὰς κεφαλὰς ἀπετμήθησαν, καὶ μυρία ἔπαθον δεινὰ, ὥστε τὴν εἰς αὐτὸν 51.110 ὁμολογίαν ὑγιῆ καὶ ἀκέραιον ἔχοντας ἀπελθεῖν. Πῶς οὖν ὁ νεκρὸς καὶ ἐν τῷ τάφῳ μένων, ὡς σὺ λέγεις, ὦ Ἰουδαῖε, τοσαύτην καὶ ἐν τοῖς μετ' ἐκείνους ἅπασιν ἐπεδείξατο τὴν ἰσχὺν καὶ τὴν δύναμιν, πείθων αὐτοὺς αὐτὸν μόνον προσκυνεῖν, καὶ πάντα αἱρεῖσθαι ὑπομεῖναι καὶ πάσχειν ὑπὲρ τοῦ μὴ τὴν πίστιν ἀπολέσαι τὴν εἰς αὐτόν; Ὁρᾷς διὰ πάντων σαφῆ τῆς ἀναστάσεως τὴν ὑπόδειξιν, διὰ τῶν σημείων τῶν τότε, τῶν νῦν, διὰ τῆς εὐνοίας τῶν μαθητῶν τῶν τότε, τῶν νῦν, διὰ τῶν κινδύνων ἐν οἷς διετέλεσαν οἱ πιστεύσαντες; Βούλει καὶ τοὺς ἐχθροὺς ἰδεῖν πεφοβημένους αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν, καὶ πολλῷ μᾶλλον μετὰ τὸν σταυρὸν ἀγωνιῶντας; Ἄκουε καὶ περὶ τούτων συνετῶς. Θεωροῦντες γὰρ, φησὶν, οἱ Ἰουδαῖοι τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, καὶ ἠγωνίων, οὐκ ἐπειδὴ ἀγράμματοι ἦσαν, ἀλλ' ἐπειδὴ ἀγράμματοι ὄντες πάντων τῶν σοφῶν περιεγένοντο, καὶ Τὸν ἄνθρωπον σὺν αὐτοῖς ὁρῶντες τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν· καίτοι γε πρὸ τούτου ἀντέλεγον σημεῖα ὁρῶντες γινόμενα. Πῶς οὖν τότε οὐκ ἀντεῖπον; Ἀπέστησεν αὐτῶν τὴν γλῶτταν ἡ ἀόρατος τοῦ σταυρωθέντος δύναμις· ἐκεῖνος τὸ στόμα αὐτῶν ἐνέφραξεν· ἐκεῖνος τὴν παῤῥησίαν κατέστειλε· διὰ τοῦτο καὶ εἱστήκεισαν μηδὲν ἔχοντες ἀντειπεῖν. Ὅταν δὲ καὶ ἐφθέγξαντο, ὅρα πῶς τὴν δειλίαν ὁμολογοῦσι τὴν ἑαυτῶν. Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καὶ