1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

14

ἰδίωμα, οἷον ἡ Θετταλῶν χώρα ἔσχε τοὺς ἵππους, ἡ Ἀθηναίων τὰ μέταλλα τοῦ ἀργύρου, ἡ Ἰνδία τὴν χρυσίτιδα ψάμμον, ὁμοίως καὶ ἡ Λακεδαίμων κύνας θηρευτικοὺς (ἔνθεν καὶ οἱ Λακωνικοὶ κύνες) καὶ γυναῖκας ἀνδρείας καὶ ἀπτοήτους. ἔσχε δὲ καὶ ἡ Σικελία πηγὴν ὕδατος, Ἀρέθουσαν οὕτω καλουμένην, ἧς ἐρασθῆναι τὸν Ἀλφειὸν ποταμὸν μυθεύουσιν. τὸ δὲ ὕδωρ τῆς Ἀρεθούσης ἀκραιφνές τε καὶ καθαρὸν καὶ γλυκύ. λέγει οὖν ὁ θεῖος Γρηγόριος ὅτι ὥσπερ ἔνιαι χῶραι καὶ πόλεις καὶ πολῖται ἔσχον τι κατ' ἐξαίρετον ἰδίωμα, οὕτω τὸ δόγμα τῶν Χριστιανῶν πάντα ταῦτα, ὀρφανοτροφεῖα, ξενῶνας, νοσοκομεῖα, πτωχοτροφεῖα καὶ πάντα τὰ τοιαῦτα ἀγαθά. 4.75 Ἑβδομηκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Πλάτωνος ἐν λόγοις πόλεως. Πλάτων ὁ φιλόσοφος συνεγράψατο σύνταγμα ὃ Πολιτείαν ἐπέγραψεν. ἐν τούτῳ τῷ συντάγματι λέγει ὁποίαν δεῖ γενέσθαι πόλιν καὶ ἐκ πόσων ἀνδρῶν συγκειμένην καὶ ποίοις ἤθεσι καὶ νόμοις πολιτευομένην. αὕτη δὲ αὐτῷ ἡ πόλις λόγῳ μόνον συνέστη, ἔργῳ δὲ οὔτε συνέστη οὔτε ἐπολιτεύσατο. ἐν ἐκείνῳ οὖν τῷ συντάγματι λέγει τοῦτο τὸ ῥησίδιον, ὅτι, Ὑποκείσθωσαν ἡμῖν οἱ πολῖται τάδε φθεγγόμενοι, ἵν' ἴδωμεν αὐτῶν κινουμένην τὴν ἐπίνοιαν. 4.76 Ἑβδομηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἡσιόδου Θεογονίας. Ἡσίοδος εἷς ἐστι τῶν πραττομένων ποιητῶν, οὗ πράττονται τρία ποιήματα, ἡ καλουμένη Θεογονία καὶ τὰ καλούμενα Ἔργα καὶ Ἡμέραι καὶ ἡ καλουμένη Ἀσπίς. ἐν τῷ οὖν Θεογονίᾳ ὁ Ἡσίοδος ἄρχεται καταριθμεῖσθαι τὰς γενέσεις τῶν θεῶν, ὅτι ἐκ τοῦ Χάους καὶ ἐκ τοῦ Αἰθέρος ἐγγενήθη ὁ δεῖνα, ἐκ τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς ὁ Κρόνος, ἐκ τοῦ Κρόνου ὁ Ζεύς, ὁ Ποσειδῶν, ὁ Πλούτων. εἶτα καταφέρει σειρὰς γενῶν καὶ θεῶν καινοτέρων ὀνόματα, καὶ ὅτι οἵδε οἱ θεοὶ μετὰ τῶνδε ἐπολέμησαν, καὶ οἵδε ἡττήθησαν, καὶ οἵδε διεσπάραξαν τόνδε ἢ τούσδε. οἱ γὰρ Τιτᾶνες λέγονται διασπαράξαι τὸν ∆ιόνυσον. Ταῦτα δὲ τὰ ὀνόματα ἅτινα λέγει ὧδε, οἷον Κόττον, Βριάρεων, ὁ Ἡσίοδος λέγει γεννᾶσθαί τινας ἀνθρώπους ἀπὸ ἑκατὸν χειρῶν ἔχοντας, οἵτινες μετὰ τῶν θεῶν ἐπολέμησαν τοὺς Γίγαντας. οἱ γὰρ Γίγαντες μυθεύονται κατὰ θεῶν ἐπαναστῆναι, ἕως οὗ ἐκεραύνωσεν αὐτοὺς ὁ Ζεύς. ὁμοίως δὲ περὶ τῶν δρακοντοπόδων Ἡσίοδος λέγει ὅτι ἐγεννήθησαν ἄνθρωποι δρακοντόποδες. κεραυνοφόρους δὲ λέγει νῦν θεούς, ἢ αὐτὸν τὸν ∆ία, ὡς κεραυνὸν ἐπαφέντα τοῖς Γίγασιν, ἢ Στερόπην καὶ Βρόντην, τοὺς χαλκεύσαντας τῷ ∆ιὶ τὴν βροντὴν καὶ τὴν ἀστραπὴν καὶ τοὺς κεραυνούς. νήσους δὲ καὶ βέλη καὶ τάφους λέγει ἐπαφεῖσθαι τοῖς Γίγασι παρὰ τῶν θεῶν. ταῦτα οὖν μυθολόγει. Τὰ δὲ πικρὰ τούτων γεννήματα λέγει ὅτι ἐκ τοῦ αἵματος τῶν Γιγάντων ταῦτα τὰ θανατήφορα ζῷα γεγόνασιν, οἷον ἃ αὐτὸς καταριθμεῖται, τὴν Ὕδραν (αὕτη δέ ἐστιν ὁ ἐννεακέφαλος ὄφις, ὃν ἀνεῖλεν ὁ Ἡρακλῆς), τὴν Χίμαιραν (περὶ ἧς προφθάσαντες εἰρήκαμεν, ὅτι πρόσθε μὲν ἦν λέων, ὄπισθε δὲ δράκων, μέση δὲ χίμαιρα, καὶ ὅτι τοῦτο τὸ θηρίον ἀνεῖλεν ὁ Βελλεροφόντης), ὁμοίως δὲ καὶ περὶ τοῦ Κερβέρου ἤδη εἰρήκαμεν ὅτι κύων ἦν περὶ τὴν πύλην τοῦ Ἅιδου τρεῖς κεφαλὰς ἔχων, καὶ τοὺς μὲν κατιόντας περὶ τὸν Ἅιδην ἔσαινε, τοὺς δὲ ἀνιόντας κατήσθιεν, ὃν ἐφόνευσεν ὁ Ἡρακλῆς. Τὸ δὲ περὶ τὰς Γοργόνας τοιόνδε ἦν, ὅτι τρεῖς ἦσαν γυναῖκες φοβερὰ τοσοῦτον ἔχουσαι τὰ πρόσωπα ὥστε τοὺς θεωμένους αὐτὰς ἀποθνήσκειν. λέγεται δὲ ὅτι ὁ Περσεὺς τὴν μίαν τούτων ἀνεῖλε τῷ λογχοδρεπάνῳ. 4.77 Ἑβδομηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ λέγουσα, Ὀρφεὺς παρίτω μετὰ τῆς κιθάρας. ἔστι δὲ αὕτη. Ὀρφεὺς γέγονε μουσικός, Θρᾷξ τὸ γένος, ὃς λέγεται ὅτι οὕτω προσηνῶς ᾖδεν ὥστε ἐπακολουθεῖν τῇ ᾠδῇ αὐτοῦ τὰς δρῦς καὶ τῶν ζῴων τὰ ἄλογα, καὶ τοὺς λίθους, καὶ τοὺς ποταμούς. Τούτου δὲ φέρονται ποιήματα ἅτινα ὡς θεολογίας ἔχουσιν Ἕλληνες. ἐν δὲ τούτοις τοῖς ποιήμασι διὰ μυθικῶν συμβόλων λέγει τὰς τῶν θεῶν τάξεις τε καὶ σειράς, καὶ τίνων τίνα ἔργα καὶ ποῖα τίνων τελέσματα, καὶ τίνες τίνων δημιουργοί. τούτου τοίνυν τοῦ Ὀρφέως ἔνια ἔπη παρατίθησιν ὁ θεῖος Γρηγόριος, ἅ εἰσι περὶ τοῦ ∆ιὸς εἰρημένα καὶ τῆς ∆ήμητρος. τὰ