170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φειδὼ κατασκευάζει πρὸς τὸν λαὸν γενέσθαι φιλανθρωπίαν. τοῦτο δὲ οὐχ ὡς χωρίου τινὸς θεοφιλοῦς εἶναι δυναμένου· θεὸς γὰρ οὐ τόπων ἀλλὰ δικαιοσύνης. 112a Ps 73,15b [Ὁ δὲ Σύμμαχος οὕτως· Σὺ ἐξήρανας ποταμοὺς ἀρχαίους. τὸ γὰρ πηγάς τε ἀναβλυστάνεσθαι καὶ ποταμοὺς ἐξ αὐτῶν προχεῖσθαι, ἑτέρωθι δὲ ξηραίνεσθαι ποταμῶν ἀρχαίων ῥεύματα, τοῦτό ἐστι τὴν τῶν θαυμασίων ἐργάτιν παρέστησε δύναμιν. τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· Ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν. ῥάδιον γὰρ αὐτοῦ ὡς βούλεται μετοχετεῦσαι τῶν ὑδάτων τὴν ῥεῦσιν. διὰ μέντοι τούτου καὶ ἕτερον ὁ λόγος παραδηλοῖ· ὡς Ἰουδαίοις μὲν διὰ τὴν παρανομίαν τῶν προφητικῶν ποταμῶν οὐ προσοίσει τὰ νάματα, τὰ δ' ἔθνη τὰ πάλαι ἔρημα τοῖς ἀπὸ τῆς πέτρας καταρδεύσει κρουνοῖς· Ἡ δὲ πέτρα, φησὶν ὁ θεῖος ἀπόστολος, ἐστὶν ὁ Χριστός, καὶ ἅπαντα δὲ τὰ εἰρημένα ἀπὸ τοῦ Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς ἡμετέρων εὐεργεσιῶν περιέχει τὸν τύπον. καὶ ταῦτα μὲν οὕτως. Ἰσιδῶρος δὲ ὁ Πηλουσιώτης ἐν ἐπιστολῇ φησὶν ὡς Ἠθὰμ τόπος ἦν οὕτω καλούμενος οὐ πόρρω διεστηκὼς τῆς Ἱερουσαλὴμ ἐνυδρός τε καὶ ἀμφιλαφὴς καὶ σύσκιος· τοῦτον ἐξηράνθαι κατὰ θεοῦ μῆνιν ἐπὶ τοῦ Ῥωμαϊκοῦ λέγεται πολέμου, καθὼς καὶ ὁ Ἰωσῆπος ἐν τῇ Ἀρχαιολογίᾳ φησίν.] 113A Ps 73,20-22 Μνήσθητί σου τῆς συνθήκης καὶ τοὺς εἰς τόπους σκοτεινοὺς ἀπαχθέντας εἰς οἴκησιν [εἰς] τὴν πεφωτισμένην σου πάλιν ἐπανάγαγε, χώραν δεξάμενος δέησιν ταπεινωθέντων κακοῖς καὶ κατῃσχυμμένων καὶ διδοὺς ὑμνῆσαι μετ' εὐφροσύνης.
114a Ps 74,2-4 Λέγει τῷ προφήτῃ τὰ λεγόμενα νῦν ὁ τῆς ἀφθαρσίας αἴτιος
καὶ δημιουργὸς Χριστός, ὁ σῴζων ὡς θεὸς καὶ χάριν ἀναφέρων τῆς σωτηρίας ὡς ἄνθρωπος τῷ πατρί. σοὶ τοίνυν φησὶ τὰς ὑπὲρ τῆς σωτηρίας ἀνοίσομεν ἐξομολογήσεις καὶ εὐχαριστίας, τὰ σὰ θαυμάσια διηγησόμεθα, πάτερ. ὅτ' ἂν ἡ ἐκ πάντων ἀνθρώπων ἐκκλησία συνελθοῦσα, λέγων, ἀκούειν δύνηται τῶν περὶ σοῦ, καὶ προσάγονται πάντες ἄνθρωποι πρὸς τὸ δουλεύειν σοι. ἐμὴ δέ φησι καὶ ἡ διάκρισις ἐφ' ἅπασι τοὺς ἀξίους σωτηρίας ἐκ τῶν ἀπολομένων διασῴζουσα, τῶν μὲν τὰ γήϊνα πεφρονηκότων συνδιαλυομένων τῇ γῇ, τῶν δὲ οὐράνια φρονησάντων μενόντων ὡσπερεὶ στύλων εἰς τὴν τῆς νέας ἵδρυσιν κτίσεως. 115a Ps 74,5-8 Οὐ δεῖ κατατολμᾶν θεοῦ οὐδὲ σοφίας ὑπολήψει θρασύνεσθαι ἢ ὑψοῦσθαι, δεινὰ καὶ ἄδικα κατὰ θεοῦ λέγοντας ὡς οὐ προνοοῦντος οὐδὲ δικαίως ἑκάστῳ βραβεύοντος ἀλλ' ἀνατολαῖς τε καὶ δύσεσιν ἄστρων ἀφιέντος τὰ πράγματα καὶ ὡς τῶν ἄστρων ἢ καλῶς ἢ κακῶς τὰ περὶ ἀνθρώπους διατιθέντων, ἤδη δὲ καὶ οὐκ ἄστρων μόνον ἀλλὰ καὶ τῶν ἐν ὕψεσιν ὁρίων θρησκευομένων δαιμόνων. ἔχει γὰρ οὐχ οὕτως ταῦτα οὐδ' ἐγγὺς ἀλλὰ κρίσει θεοῦ δίκαια τὰ σύμπαντα περιείληπται, ταπεινώσεώς τε πέρι καὶ ὑψώσεως ἀνθρώπων τῶν μὲν καθαιρουμένων, τῶν δ' ἐπαιρομένων. [ὁμοίως καὶ ∆ίδυμός φησιν.] 116A Ps 74,10.11 Ἐπὶ τῷ τοιούτῳ τέλει, φησίν, ἐν ᾧ συναπολοῦντες τῇ κακίᾳ οἱ κακοὶ τὴν διήγησιν ποιήσομαι τῶν θεοῦ θαυμασίων, καὶ καθαιρίσω τὰ τῶν ἀσεβῶν ἰσχυρὰ καθάπερ κέρατα περικόψας· τὰ δὲ τῶν δικαίων ὑψωθήσεται κέρατα τὴν ἀκαθαίρετον κομησαμένων παρὰ θεοῦ δύναμιν. τότε δὲ ὑψωθήσονται ἐπειδ' ἂν συμβασιλεύσωσιν τῷ ἐαυτῶν βασιλεῖ.
117a Ps 75 arg. Τέλος ἀγαθὸν καὶ νίκη δικαίων κατὰ θεὸν ἐσομένη
προφητεύεται, προ αχθείσης ἐπὶ τὸ σαφέστερόν τε καὶ λαμπρότερον τῆς ἐν τῷ πρὸ τούτου δεδηλωμένης προφητείας. 118A Ps 75,5-7 Ὄρη θήρας τὰ ἡγιασμένα καλεῖ
15