15
οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν, οὕτως καὶ ὁ νοῦς σαρκὶ συνδεθεὶς καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθεὶς πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς, αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ αὐτὸν ἱστῶσιν. Τοῦτό τοι αὐτὸ καὶ ὁ σοφὸς παρεγγυᾷ Σολομῶν καὶ ποτὲ μὲν ἡμῖν προφέρει τὸν ἀνε παίσχυντον ἐργάτην τὸν μύρμηκα καὶ δι' αὐτοῦ τὴν πρακ τικὴν ὁδὸν ἡμῖν ὑπογράφει, ποτὲ δὲ τὸ τῆς σοφῆς μελίττης κηρόπλαστον ὄργανον καὶ δι' αὐτῆς τὴν φυσικὴν θεωρίαν αἰνίττεται ἐν ᾗ καὶ ὁ περὶ τῆς ἁγίας Τριάδος ἐγκέκραται λόγος, εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Ἀλλ' εὐχαριστήσαντες Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, καὶ ἡ παροιμία φησίν.
9.τ ΜΑΞΙΜΩ ΦΙΛΟΣΟΦΩ
9.1 Εἰκόνες ὄντως τῶν ψυχῶν εἰσιν οἱ λόγοι. Κατεμάθομεν οὖν σε διὰ τοῦ
γράμματος, ὅσον, φασίν, ἐξ ὀνύχων τὸν λέοντα, καὶ ἥσθημεν εὑρόντες περὶ τὰ πρῶτα καὶ μέγιστα τῶν ἀγαθῶν οὐκ ἀργῶς διακείμενον, τήν τε πρὸς τὸν Θεὸν ἀγάπην καὶ τὸν πλησίον. Σημεῖον δὲ ποιούμεθα τοῦ μὲν τὴν περὶ ἡμᾶς δεξιότητά σου, τοῦ δὲ τὴν περὶ τὴν γνῶσιν σπουδήν. Ὅτι δὲ ἐν δυοῖν τούτοιν ἐστὶ τὰ ὅλα γνώριμον παντὶ Χριστοῦ μαθητῇ. 9.2 Ἃ δὲ ἐπιζητεῖς τῶν ∆ιονυσίου ἦλθε μὲν εἰς ἡμᾶς καὶ πάνυ πολλά· οὐ πάρεστί γε μὴν τὰ βιβλία, διόπερ οὐκ ἀπεστείλαμεν. Ἔχομεν δὲ γνώμης οὕτως. Οὐ πάντα θαυ μάζομεν τοῦ ἀνδρός· ἔστι δὲ ἃ καὶ παντελῶς διαγράφομεν. Σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλουμένης ἀσεβείας, τῆς κατὰ τὸ Ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, ὁ πρῶτος ἀνθρώποις τὰ σπέρματα παρασχών. Αἴτιον δέ, οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ. Εἴωθα γοῦν ἀπεικάζειν ἐγὼ φυτοκόμῳ νεαροῦ φυτοῦ διαστροφὴν ἀπευθύνοντι, εἶτα τῇ ἀμετρίᾳ τῆς ἀνθολκῆς διαμαρτόντι τοῦ μέσου καὶ πρὸς τὸ ἐναντίον ἀπαγαγόντι τὸ βλάστημα. Τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον γεγενημένον εὕρομεν. Ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τὸ ἐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας ὑπενεχθείς. Ὧ γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι ὅτι οὐ ταὐτὸν τῷ ὑποκει μένῳ Πατὴρ καὶ Υἱός, καὶ ταῦτα ἔχειν κατὰ τοῦ βλασφη μοῦντος τὰ νικητήρια, ὃ δέ, ἵνα πάνυ ἐναργῶς καὶ ἐκ τοῦ περιόντος κατακρατῇ, οὐχ ἑτερότητα μόνον τῶν ὑποστάσεων τίθεται, ἀλλὰ καὶ οὐσίας διαφορὰν καὶ δυνά μεως ὕφεσιν καὶ δόξης παραλλαγήν. Ὥστε ἐκ τούτου συνέβη κακοῦ μὲν αὐτὸν κακὸν διαμεῖψαι, τῆς δὲ ὀρθό τητος τοῦ λόγου διαμαρτεῖν. Ταύτῃ τοι καὶ παντοδαπός ἐστιν ἐν τοῖς συγγράμμασιν, νῦν μὲν ἀναιρῶν τὸ ὁμοούσιον, διὰ τὸν ἐπ' ἀθετήσει τῶν ὑποστάσεων κακῶς αὐτῷ κεχρη μένον, νῦν δὲ προσιέμενος ἐν οἷς ἀπολογεῖται πρὸς τὸν ὁμώνυμον. Πρὸς δὲ τούτοις καὶ περὶ τοῦ Πνεύματος ἀφῆκε φωνὰς ἥκιστα πρεπούσας πνευματικῷ, τῆς προσ κυνουμένης αὐτὸ θεότητος ἐξορίζων καὶ κάτω που τῇ κτιστῇ καὶ λειτουργῷ φύσει συναριθμῶν. Ὁ μὲν οὖν ἀνὴρ τοιοῦτος. 9.3 Ἐγὼ δέ, εἰ χρὴ τοὐμὸν ἴδιον εἰπεῖν, τὸ ὅμοιον κατ' οὐσίαν, εἰ μὲν προσκείμενον ἔχει τὸ ἀπαραλλάκτως, δέχο μαι τὴν φωνὴν ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν, κατὰ τὴν ὑγιᾶ δηλονότι τοῦ ὁμοουσίου διάνοιαν. Ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φωτὸς καὶ Θεὸν ἀλη θινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον. Οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσίας πρὸς τὴν τοῦ Πατρός, ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν. Εἴ τις οὖν οὕτως ὡς εἶπον ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν. Εἰ δέ τις τοῦ ὁμοίου τὸ ἀπαράλλακτον ἀποτέμνοι, ὅπερ οἱ κατὰ τὴν Κωνσταντινούπολιν πεποιήκασιν, ὑποπτεύω τὸ ῥῆμα