οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν σωτηρίου θυσίαν τῷ Θεῷ μοσχάρια." Ἀργοτέρας μὲν οὖν, ἢ καὶ ἄλλως ἀσθενοῦς διανοίας οὐκ ἔργον εἶναι φήσομεν τὸ δύνασθαι θυσίας ἀναφέρειν Θεῷ, ἀλλὰ νεανικοῦ καὶ γενναίου φρονήματος. ∆ιὰ ταύτην τὴν αἰτίαν νεανίσκους εἶναι τοὺς ἀπεσταλμένους φησὶ, ἀναφέρουσι δὲ ὅμως θυσίαν σωτηρίου μοσχάρια. Ἀλλ' ἔστι καὶ διὰ τούτου πάλιν ἰδεῖν, ὥσπερ ἐκ τύπου καὶ σχήματος εἰς τρόπων διαφορὰς μετασκευα ζομένου τοῦ πράγματος, ἐπαινετὴν μὲν τῶν προσ αγόντων τὴν προαίρεσιν, ἀσθενεστέραν δὲ ὅμως, καὶ τοῦ μείζονος καὶ τελειοτέρου καταδεεστέραν. Οὐ γὰρ μόσχος, ἀλλὰ μοσχάριόν ἐστι τὸ προσαγόμενον, καὶ μεγέθει καὶ ἰσχύϊ τοῦ τελείου μόσχου λειπόμενον. Λαβὼν δὲ τὸ αἷμα, τὸ μὲν ἥμισυ προσέχεεν εἰς κρα τῆρα· τὸ δὲ ἥμισυ, εἰς τὸ θυσιαστήριον. Ὁρᾷν δὲ λοιπὸν ἐνθάδε μεριζομένην δι' αἰνίγματος τὴν ζωὴν τοῦ λατρεύοντος. Εἰς ψυχῆς μὲν γὰρ τύπον τὸ αἷμα λαμβάνεται, ἧς τὴν ζωὴν ἐν ἴσῃ μοίρᾳ διαιρεῖται μεθ' ἡμῶν ὁ Θεὸς, ἵνα μὴ μόνον ἑαυτοῖς ζῶμεν, ἀλλὰ καὶ τὴν τοῦ θυσιαστηρίου μερίδα φυλάττωμεν. Τοιοῦτός τίς ἐστιν ὁ μέσος οὗτος καὶ ἐπιεικέστερος βίος, οὔτε τῷ λίαν αὐστηρῷ δριμεῖαν ἔχων τὴν μέθεξιν, οὔτε τῷ πολὺ κεκλεῖσθαι πρὸς ἄδειαν ἐκπίπτων εἰς ἁμαρ τίας· ἀλλὰ τῷ μὲν ὑδαρεστέρῳ ἄνω βεβηκὼς δι' εὐλάβειαν, συγκρίνεσθαι δὲ τοῖς τελειοτέροις οὐκ ἔχων διὰ τὸ τῆς προθυμίας ἐνδεές. Κρεμαμένης δὲ ὥσπερ 77.444 ἐξ ἀμφοῖν τῆς ἕξεως καὶ τῆς ἐν τοῖς εἰρημένοις ποιό τητος συνούσης εἰς ἓν, σεμνός τις καὶ προσηνὴς ἀναδείκνυται τρόπος· ὅτι τῇ πρὸς ἄλληλα σχέσει, τὸ ἐν ἑκάστῳ λυποῦν ἀφανίζεται, καὶ τῆς μὲν ἀκρι βείας ὁ τόνος ἐν τῷ τῆς ἀδείας λείῳ παρεκλυθήσε ται· τὸ δὲ τῆς ἀδείας περιττὸν, οἷά τινι δρεπάνῃ ταῖς ἀπὸ τοῦ νοῦ δεινότησι περιτεμνόμενον, ὀρθὴν καὶ ἀκατηγόρητον ἐπιδείξει τὴν ἀγωγήν. ζʹ. Καλὸν μὲν οὖν, ἀγαπητοὶ, ζηλοῦν τὰ βελτίονα, καὶ ὅπερ ἂν ἔχοι τὸ πλέον εἰς ἀρετὴν, τούτῳ μᾶλλον φείδεσθαι. Ἀλλ' ὥσπερ ὁ Παῦλός φησι· "Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ· ὁ μὲν, οὕτως· ὁ δὲ, οὕτως." Ἀγαθὸς γὰρ ὑπάρχων ὁ πάντων ἡμῶν δη μιουργὸς, καὶ τοῖς ἀσθενεστέροις τοῦ σώζεσθαι δίδω σιν ἀφορμάς· ἐπαίνου μὲν μείζονος ἀξιῶν τὸν ἐν τοῖς τελειοτέροις διαπρέπειν σπουδάζοντα· φιλανθρωπίας δὲ ὅμως οὐκ ἀμοιρεῖν ἐπιτρέψας καὶ τὸν ᾧ τοσοῦτον οὐ μέτεστιν ἀρετῆς. Ὥσπερ γὰρ οὐχ ὅμοια πρόσωπα προσώποις, καθά φησιν ὁ Σολομὼν, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Μία μὲν γὰρ ἡ τοῦ σώματος φύσις, καὶ διὰ τῶν αὐτῶν ἀπηρτισμένη μορίων· τὸ δὲ τῶν ἐν ἑκάστῳ χαρακτήρων διάφορον τὴν ἀλλαγὴν ἐργάζεται. Οὕτω καὶ ἐπὶ τῆς διανοίας εὑρήσομεν· διὰ μὲν τῶν αὐτῶν ἐνεργειῶν, ἴσην ἐν ἅπασι συγκειμέ νην, ταῖς δὲ τῶν ἕξεων ποιότησι μεριζομένην εἰς ἀνομοιότητα. Τοιοῦτόν τινα νοῦν καὶ διὰ τῆς εὐαγγε λικῆς παραβολῆς ἀποτίκτεσθαι νομίζω. "Ἐξῆλθε γὰρ, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ· ἐν δὲ τῷ σπείρειν αὐτὸν, ἃ μὲν εἰς τὰς ὁδοὺς καὶ τὰ πετρώδη, ἃ δὲ εἰς τὰς ἀκάνθας, ἃ δὲ εἰς τὴν γῆν πέπτωκε τὴν καλὴν, καὶ ἐποίησε καρπὸν, ὁ μὲν ἑξήκον τα, ὁ δὲ τριάκοντα." Ὁρᾷς πῶς τὴν μὲν γῆν ἔφησε πᾶσαν εἶναι καλὴν, περὶ δὲ τὴν τῶν καρπῶν διαφορὰν τὸ ἀνώμαλον φαίνεται. Ὁ μὲν οὖν ἑκατὸν ἀριθμὸς, τοὺς ἐν ἀρετῇ τελείους παραδηλοῖ, καὶ τοὺς εἰς ἀκρο τάτην ἀναβεβηκότας εὐσέβειαν· ὁ δὲ ἑξήκοντα, τοὺς ὀλίγον μέν τι τῶν εἰρημένων ὑποβεβηκότας, εἴσω δέ που καὶ αὐτοὺς ἀρετῆς ὑπάρχοντας οὐ μικρᾶς· ὁ δὲ τριάκοντα, τοὺς ἔτι μὲν καταδεεστέρους, οὐ μὲν ἔξω τῆς καλλίστης ὑπάρχοντας γῆς, οὐδὲ τοῦ διδόναι καρπὸν ἐστερημένους, κἂν τοῦ τελείου καὶ τοῦ μι κρὸν ὑποβεβηκότος ἀπολιμπάνωνται, ὥσπερ δὲ ἐν τρίτῃ τάξει τῶν ἐν ἀρετῇ κείμενοι. "Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ," καθά φησιν ὁ Σωτὴρ, τὸ ἑκάστῳ χρεωστούμενον τῆς τιμῆς μέτρον ὁρίζουσαι. Οὕτω καὶ ἡ τῶν ταλάντων διανομὴ τοῖς οἰκέταις ἐγέ νετο. "Ὧ μὲν γὰρ, φησὶν, ἔδωκε πέντε· ᾧ δὲ, δύο· ᾧ δὲ ἕν." Καίτοι τῆς φύσεως ἐν ἴσῳ πᾶσι κειμένης, καὶ ὅσον εἰς τὸν οἰκεῖον λόγον ἐπιτηδείως ἐχούσης, καὶ πρὸς τὸ τέλειον, οὐδεμίαν ἔδει