Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
οἰκείου θανάτου θάνατον, ἀπηλ λάγημεν μὲν τοῦ χαλεπωτάτου δέους ἐκείνου, τῆς δὲ ἀνακαινώσεως ἀξιούμενοι τὸν θεὸν ἔχομεν ἀψευδῶς ἐπικαλεῖσθαι πατέρα. {Rom 8,16-17a } Κεκτήμεθα τῆς τοσαύτης χάριτος, φησί, τὸ ἐνέχυρον ἀξιόπιστον· ἧς γὰρ πνευματικῆς μετεσχήκαμεν δωρεᾶς ἐπὶ τῇ τῆς υἱοθεσίας ταύτης ἐλπίδι, αὕτη βεβαιοῖ τὴν προσδοκίαν ἡμῖν βεβαιουμένη διὰ τὸ ἐξ οὗπέρ ἐστι πνεύματος ἀξιόπιστον. αὐτὸ μὲν γὰρ τὸ πνεῦμα τὴν τοῦ ἁγίου πνεύματος ὑπόστασιν λέγει, τῷ πνεύματι δὲ ἡμῶν τὴν ἀπ' ἐκείνου δεδομένην χάριν ἡμῖν, ἣν εἴωθεν ἰδίαν τῶν λαμβανόντων καλεῖν, ὡς ἐν τῷ συνελθόντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύ ματος καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. ὥσπερ γὰρ ἥλιος μέν ἐστιν αὐτὸ τοῦ ἡλίου τὸ σῶμαλέγεται δὲ καὶ ἡ ἐξ αὐτοῦ ἀκτὶς ἥλιος ὁμωνύμως τῷ ὅλῳ. φαμὲν γοῦν τῶν τόπων τοὺς μὲν ἔχειν ἥλιον, τοὺς δὲ ἀνηλίους ὑπάρχειν, οὐχ ὡς τῆς ὑποστάσεως τοῦ ἡλίου τῆς οἰκίας ἐξισταμένης, ἀλλὰ διὰ τὸ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα πῆ μὲν τῶν χωρίων προσβάλλειν, πῆ δὲ προβόλοις τισὶν ἀποκλείεσθαι οὕτω καὶ τὴν τοῦ ἁγίου πνεύματος χάριν ὁμωνύμως τοῦ ἐξ οὗπέρ ἐστιν ἡ θεία λέγει γραφή. διὰ τοῦτο καὶ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις φησὶ τὸ οὔπω γὰρ ἦν πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν μὲν τοῦ Ἰησοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ὁ εὐαγγελιστὴς σημαίνων ἀνάληψιν, πνεῦμα δὲ ἅγιον ὀνομάζων οὐ τοῦ ἁγίου πνεύματος τὴν ὑπόστασιναὕτη γὰρ ἦν τε ἀεὶ καὶ ἔστινἀλλὰ τὸ ἐκ τοῦ ἁγίου πνεύματος χάρισμα, ὃ μετὰ δεκάτην μὲν τῆς ἀναλήψεως ἡμέραν, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως 379 οὐρανόθεν ἐπὶ τοὺς τοῦ κυρίου μαθητὰς κατεφοίτησεν. ἀλλ' ἐπὶ τὸ προκεί μενον· εἰ τέκνα, φησί, καὶ κληρονόμοι. ἀλλὰ μήν, εἰ τὸ εἶναι ἡμᾶς τέκνα θεοῦ σαφές τε καὶ οὐκ ἀμφισβητήσιμον, σαφὲς δήπου καὶ τὸ κληρονόμους εἶναι τῶν πατρῴων ἡμᾶς· τῷ προτέρῳ γὰρ ἀναγκαίως καὶ τοῦτο συναποπέφανται· κληρονόμοι μὲν θεοῦ, οὐκοῦν ἐπιγραφό μενοι τὸν αὐτὸν πατέρα Χριστῷ καὶ εἰς υἱοθεσίαν αὐτῷ κληθῆναι τὴν αὐτὴν καταξιωθέντες καὶ κληρονομίας αὐτῷ τῆς αὐτῆς συμμεθέξομεν. {Rom 8,17b-18} Ἐν τοῖς πρὸ ὀλίγου τῆς ἀντεξετάσεως ἁψάμενος τῆς πρὸς τὰ παλαιὰ καὶ διὰ τῆς παράλληλα θέσεως αὐτῶν τὸ ὑπερέχον γνωρίσας τῆς χάριτος, εἶτα ἵνα μὴ διὰ τὸ μέγεθος τοῖς μαθηταῖς ἀμφιβάλλοιτο, πιστωσάμενος αὐτὸ τῇ τοῦ ἁγίου πνεύματος μετουσίᾳ, μέτεισιν ἐπὶ παράκλησιν ἀκολούθως, καὶ προτρέπει μηδένα κίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν, σφόδρα χρησίμης καὶ ἀναγκαίας αὐτῷ τῆς περὶ τούτων οὔσης διδασκαλίας, ἄλλως τε καὶ πολλῶν πολέμων ἐν ταῖς ἀρχαῖς τοῦ κηρύγματος ἐπιφερομένων τοῖς μαθηταῖς. χρὴ τοίνυν, φησί, τῆς διὰ Χριστοῦ δόξης ὀρεγομένους ὁμοίως αὐτῷ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἐνίστασθαι πειρασμούς· ἡ γὰρ τῶν παθημάτων κοινωνία καὶ τῆς ἀνταποδόσεως κοινωνίαν ἐργάσεται. ἐγὼ γοῦν, φησίν, ἐνθυμούμενος καὶ πάσας ἀντιπαρατιθεὶς τὰς ἐπὶ τοῦ παρόντος θλίψεις αἰῶνος τοῖς ἐπηγγελμένοις ἡμῖν ἀγαθοῖς ἐν Χριστῷ μικρὰς καὶ τὸ μηδὲν οὔσας εὑρίσκω. {Rom 8,19} Τοσοῦτόν ἐστιν, φησί, τῆς εἰς ἡμᾶς ἀποκαλυφθησομένης δόξης τὸ περιόν, ὡς καὶ τὴν ἀποκαραδοκίαν τῆς κτίσεως, τοῦτ' ἔστι τὴν ἄποθεν αὐτῆς προσδοκίαν, δήλην ὑπάρχειν ὅτι τὴν ἀποκάλυψιν ἀπεκδέχεται τῶν υἱῶν τοῦ θεοῦ. ἀποκάλυψιν μὲν οὖν ἔφη τῶν υἱῶν τοῦ θεοῦ διὰ τὸ τέως τὴν ζωὴν ἡμῶν κεκρύ φθαι σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. τὸ μέντοι σύμπαν νόημα τοιοῦτόν ἐστιν· εἰώθαμεν πολλάκις οἱ ἄνθρωποι μετὰ τὰς τῶν πραγμά των ἐκβάσεις ὡς σαφῆ ταῖς μνήμαις ἀναλαμβάνειν τὰ πρόσθεν ἡμῖν ἀσαφῆ· οἷόν τι λέγω· πεφώραταί τις ἀγαθόν τι πεποιηκὼς ἢ πάλιν 380 κακόν, εὐθὺς παριόντες φαμέν· ἀλλὰ καὶ πόρρωθεν οὗτος τοιοῦτος ὢν κατεφαίνετο καὶ ἐδείκνυ τῷ σχήματι, καὶ ἐγὼ μὲν αὐτὸν ἐκ τῆσδε τῆς ῥήσεως ὅστις ἦν αὐτίκα μάλα κατέμαθον. καὶ ὅλως τοιαῦτά τινα πρὸς τὴν παροῦσαν πρᾶξιν ἐκ τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυτοῖς ἐκ τῶν