1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

15

ἐντυγχάνει ψυχαῖς, ὧν τὴν κακίαν τὸ λουτρὸν ἐξ έκλυσεν· φοβεῖται τὸ ὕδωρ· ἐμπνίγεται τῇ καθάρσει, καθάπερ ὁ Λεγεὼν τῇ θαλάσσῃ. Πάλιν ὑποστρέφει πρὸς τὸν οἶκον, ὅθεν ἀνεχώρησεν. Ἀναίσχυντόν ἐστι, φιλόνεικόν ἐστι, προσβάλλει πάλιν, πειρᾶται πάλιν. Ἐὰν μὲν εὕρῃ Χριστὸν εἰσοικισθέντα, καὶ πληρώσαντα τὴν χώραν ἣν αὐτὸς ἐκένωσεν· ἀπ εκρούσθη πάλιν, ἀπῆλθεν ἄπρακτον, ἐλεεινὸν ἐγένετο τῆς περιπλανήσεως. Ἐὰν δὲ σεσαρωμένον καὶ κεκοσμημένον τὸν ἐν σοὶ τόπον εὕρῃ, κενὸν καὶ ἄπρακτον, ἕτοιμον ἐπίσης πρὸς ὑποδοχὴν τοῦδε ἢ τοῦδε τοῦ προκαταλαβόντος, εἰσεπήδησεν, εἰσῳκίσθη μετὰ πλείονος τῆς παρασκευῆς, καὶ γίνεται τὰ ἔσχατα χείρονα τῶν προτέρων, ὅσῳ τότε μὲν ἐλπὶς ἦν διορθώσεώς τε καὶ ἀσφαλείας· νῦν δὲ πρόδηλος ἡ κακία, τῇ φυγῇ τοῦ καλοῦ τὸ πονηρὸν ἕλκουσα· καὶ διὰ τοῦτο βεβαιοτέρα τῷ οἰκήτορι ἡ κατάσχεσις.

Λςʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς ἡδύτερον, τοῖς φωτὸς γευσαμένοις;) καὶ σὲ περιαστράψω τοῖς λεγομένοις. Φῶς μὲν ἀνέτειλε τῷ δικαίῳ, καὶ ἡ τούτου σύζυγος εὐφροσύνη· Φῶς δὲ δικαίοις διὰ παντός. Φωτίζεις δὲ σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, πρὸς τὸν Θεὸν λέγεται· ἀγγελικῶν, οἶμαι, δυνάμεων, αἳ συνεργοῦσιν ἡμῖν πρὸς τὰ κρείττονα. Κύριος δὲ φωτισμός μου, παὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Τοῦ ∆αβὶδ ἤκουσας λέγοντος· καὶ ποτὲ μὲν αἰτοῦντος ἐξαποσταλῆναι τὸ φῶς αὐτῷ καὶ τὴν ἀλήθειαν· ποτὲ δὲ εὐχαριστοῦν τος, ὅτι καὶ τούτου μετείληφεν, ἐν τῷ σημειω θῆναι τὸ τοῦ Θεοῦ φῶς ἐπ' αὐτὸν, τουτέστιν ἐνση μανθῆναι καὶ γνωρισθῆναι τὰ σημεῖα τῆς δεδομένης ἐλλάμψεως. Ἓν μόνον φῶς φεύγωμεν, τὸ τοῦ πικροῦ πυρὸς ἔκγονον. Μὴ πορευθῶμεν τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύ σαμεν. Οἶδα γὰρ πῦρ καθαρτήριον, ὃ Χριστὸς 36.412 ἦλθε βαλεῖν ἐπὶ τῆς γῆς, πῦρ καὶ αὐτὸς ἀν αγωγῆς λόγοις καλούμενος. Ἀναλωτικὸν τοῦτο τῆς ὕλης καὶ τῆς πονηρᾶς ἐστιν ἕξεως, ὃ καὶ ἀν αφθῆναι τάχιστα βούλεται. Ποθεῖ γὰρ τῆς εὐεργεσίας τὸ τάχος· ἐπεὶ καὶ πυρὸς ἄνθρακας δίδωσιν ἡμῖν εἰς βοήθειαν. Οἶδα καὶ πῦρ οὐ καθαρτήριον, ἀλλὰ καὶ κολαστήριον· εἴτε καὶ Σοδομιτικὸν, ὃ πᾶσιν ἁμαρτωλοῖς ἐπιβρέχει θείῳ καὶ καταιγίδι μιγνύμε νον· εἴτε τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· εἴτε ὃ πρὸ προσώπου Κυρίου πο ρεύεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τὸ τούτων ἔτι φοβερώτερον· ὃ τῷ ἀκοιμήτῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον, ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς. Πάντα γὰρ ταῦτα τῆς ἀφανιστικῆς ἐστι δυνάμεως· εἰ μή τῳ φίλον κἀνταῦθα νοεῖν τοῦτο φιλανθρωπότερον, καὶ τοῦ κολάζοντος ἐπαξίως.

ΛΖʹ. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα· τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον, καὶ τοῦ ἀληθινοῦ φωτὸς ἀντίθετον, ἐκεῖνο εἶναι ὑποκρινόμενον, ἵνα κλέπτῃ τῷ φαι νομένῳ· τοῦτο καὶ σκοτία ἐστὶ, καὶ μεσημβρία δοκεῖ, τὸ τοῦ φωτὸς ἀκμαιότατον. Οὕτως ἀκούω τοῖς δια παντὸς ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσι. Τοῦτο καὶ νύξ ἐστι, καὶ φωτισμὸς νομίζεται τοῖς ὑπὸ τῆς τρυφῆς διεφθαρμένοις. Τί γάρ φησιν ὁ ∆αβίδ; Νὺξ ἦν περὶ ἐμὲ τὸν δείλαιον καὶ ἠγνόουν· φω τισμὸν γὰρ εἶναι τὴν τρυφὴν ὑπελάμβανον. Ἀλλ' ἐκεῖνοι μὲν τοιοῦτοι, καὶ οὕτως ἔχοντες· ἡμεῖς δὲ φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· ἔσται δὲ τοῦτο, ἐκ τοῦ σπείρειν εἰς δικαιοσύνην, καὶ τρυγᾷν καρπὸν ζωῆς (πρᾶξις γὰρ, θεωρίας πρόξενος), ἵνα τά τε ἄλλα καὶ τοῦτο μάθωμεν, τί μὲν τὸ ἀληθινὸν φῶς, τί δὲ τὸ ψευδόμενον, καὶ μὴ λάθωμεν περιπεσόντες, ὡς καλῷ, τῷ χείρονι. Γενώμεθα φῶς, ὥσπερ οἱ μα θηταὶ παρὰ τοῦ μεγάλου Φωτὸς ἤκουσαν, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, λέγοντος. Γενώμεθα φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τουτέστι ζωτικὴ τοῖς ἄλλοις δύναμις. Λαβώμεθα θεότητος, λαβώμεθα τοῦ πρώτου καὶ ἀκραιφνεστάτου Φωτός. Ὁδεύσωμεν πρὸς τὴν λάμψιν