1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

15

6.2 ∆οκεῖ δέ μοι δι' ὑποδείγματος ἐναργέστερον ἂν παρα στῆσαι τὸ περὶ τούτων δόγμα. Ὑποθώμεθα γάρ τι ὕδωρ ἐκ πηγῆς προχεόμενον εἰς διαφόρους ἀπορροὰς κατὰ τὸ συμβὰν διασχίζεσθαι. Οὐκοῦν ἕως ἂν οὕτω φέρηται, εἰς οὐδὲν τῶν πρὸς τὴν γεωργίαν χρησίμων ἐπιτήδειον ἔσται, τῆς εἰς πολλὰ διαχύσεως ὀλίγον τὸ ἐν ἑκάστῳ καὶ ἀδρανὲς καὶ δυσκίνητον ὑπὸ ἀτονίας ποιούσης· εἰ δέ τις πάσας αὐτοῦ τὰς ἀτάκτους ἀπορροὰς συναγάγοι καὶ εἰς ἓν ῥεῖθρον τὸ πολλαχῇ τέως διεσκεδασμένον ἀθροίσειεν, εἰς πολλὰ ἂν τῶν βιωφελῶν καὶ χρησίμων ἀθρόῳ καὶ συντεταμένῳ τῷ ὕδατι χρήσαιτο. Οὕτω μοι δοκεῖ καὶ ὁ νοῦς ὁ ἀνθρώ πινος, εἰ μὲν πανταχοῦ διαχέοιτο πρὸς τὸ ἀρέσκον ἀεὶ τοῖς αἰσθητηρίοις ῥέων καὶ σκεδαννύμενος, μηδεμίαν ἀξιόλο γον δύναμιν σχεῖν πρὸς τὴν ἐπὶ τὸ ὄντως ἀγαθὸν πορείαν· εἰ δὲ πανταχόθεν ἀνακληθεὶς καὶ περὶ ἑαυτὸν ἀθροισθεὶς συνηγμένος καὶ ἀδιάχυτος πρὸς τὴν οἰκείαν ἑαυτῷ καὶ κατὰ φύσιν ἐνέργειαν κινοῖτο, οὐδὲν τὸ κωλύον αὐτὸν ἔσται πρὸς τὰ ἄνω φέρεσθαι καὶ τῆς ἀληθείας τῶν ὄντων ἐφάπτεσθαι. Καθάπερ γὰρ τὸ περιεστεγασμένον διὰ σωλῆ νος ὕδωρ ὄρθιον πολλάκις ὑπὸ τῆς ἀναθλιβούσης βίας ἐπὶ τὰ ἄνω φέρεται, οὐκ ἔχον ὅπῃ διαχυθῇ, καὶ ταῦτα κατω φεροῦς αὐτῷ τῆς κατὰ φύσιν οὔσης κινήσεως, οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος οἷόν τινος σωλῆνος στενοῦ τῆς ἐγκρατείας αὐτὸν πανταχόθεν περισφιγγούσης ἀναλη φθήσεταί πως ὑπὸ τῆς τοῦ κινεῖσθαι φύσεως πρὸς τὴν τῶν ὑψηλῶν ἐπιθυμίαν, οὐκ ἔχων ὅπου παραρρυῇ. Οὔτε γὰρ στῆναί ποτε δύναται τὸ ἀεικίνητον ὑπὸ τοῦ πεποιηκότος εἰληφὸς τὴν φύσιν καὶ εἰς τὰ μάταια κεχρῆσθαι τῇ κινήσει κωλυόμενον ἀμήχανον μὴ πρὸς τὴν ἀλήθειαν πάν τως εὐθυπορῆσαι, τῷ πανταχόθεν ἀπὸ τῶν ἀτόπων ἀπείρ γεσθαι. Καὶ γὰρ ἐν ταῖς πολυοδίαις οὕτω μάλιστα τοὺς ὁδοιπόρους ὁρῶμεν τῆς εὐθείας οὐχ ἁμαρτάνοντας, ὅταν τὴν ἐν ταῖς ἄλλαις ὁδοῖς πλάνην προμαθόντες ἐκκλίνωσιν. Ὥσπερ οὖν ὁ τῶν πεπλανημένων τρίβων ἐν τῷ ὁδεύειν ἀναχωρήσας ἐπὶ τῆς εὐθείας ἑαυτὸν φυλάσσει, οὕτως ἡμῶν ἡ διάνοια τῇ ἀποστροφῇ τῶν ματαίων τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἐπιγνώσεται. Ἔοικεν οὖν ταῦτα παιδεύειν ἡμᾶς ἡ μνήμη τῶν μεγάλων προφητῶν ἐκείνων τὸ μηδενὶ τῶν ἐν τῷ κόσμῳ σπουδαζομένων ἐμπλέκεσθαι, ἓν δὲ τῶν σπουδαζομένων ὁ γάμος ἐστί, μᾶλλον δὲ ἀρχὴ καὶ ῥίζα τῆς τῶν ματαίων σπουδῆς.

7.t Κεφάλαιον ζʹ Ὅτι οὐδὲ ὁ γάμος τῶν κατεγνωσμένων ἐστίν.

7.1 Μηδεὶς δὲ διὰ τούτων ἡμᾶς ἀθετεῖν οἰέσθω τὴν οἰκο νομίαν τοῦ

γάμου· οὐ γὰρ ἀγνοοῦμεν ὅτι καὶ οὗτος τῆς τοῦ θεοῦ εὐλογίας οὐκ ἠλλοτρίωται, ἀλλ' ἐπειδὴ τούτου μὲν αὐτάρκης συνήγορος καὶ ἡ κοινὴ τῶν ἀνθρώπων φύσις ἐστίν, αὐτόματον τὴν πρὸς τὰ τοιαῦτα ῥοπὴν ἐντιθεῖσα πᾶσι τοῖς διὰ γάμου προϊοῦσιν εἰς γένεσιν, ἀντιβαίνει δέ πως ἡ παρθενία τῇ φύσει, περιττὸν ἂν εἴη προτροπὴν ὑπὲρ γάμου καὶ παραίνεσιν φιλοπόνως συγγράφειν τὴν δυσανταγώνιστον αὐτοῦ προβαλλομένους συνήγορον, τὴν ἡδονὴν λέγω, πλὴν εἰ μὴ τάχα διὰ τοὺς τὰ δόγματα τῆς ἐκκλησίας παραχαράσσοντας τῶν τοιούτων χρεία λόγων ἂν εἴη, οὓς «κεκαυτηριασμένους τὴν ἰδίαν συνείδησιν» ὁ ἀπόστολος ὀνομάζει, ὅτι καταλιπόντες τὴν ὁδηγίαν τοῦ πνεύματος διὰ τῆς τῶν «δαιμόνων διδασκαλίας» οὐλάς τινας καὶ ἐγκαύματα ταῖς καρδίαις ἑαυτῶν ἐγχαράσσουσι, τὰ τοῦ θεοῦ κτίσματα βδελυσσόμενοι ὡς μιάσματα καὶ εἰς κακὸν φέροντα καὶ κακῶν αἴτια καὶ τὰ τοιαῦτα προσ αγορεύοντες. Ἀλλὰ «Τί