1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

15

καὶ αἰσχύνομαι ἐξ αὐτῶν λέγεσθαι· οὐ γάρ εἰμι ἄξιος, ὢν ἔσχατος αὐτῶν καὶ ἔκτρωμα. ἀλλ' ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω. ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα· καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ κατὰ πόλιν με προήγαγον. Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης διὰ Ἐφεσίων τῶν ἀξιομακαρίστων. ἔστι δὲ ἅμα ἐμοὶ σὺν πολλοῖς καὶ ἄλλοις Kρόκος, τὸ ποθητὸν ὄνομα. περὶ τῶν προσελθόντων ἀπὸ Συρίας εἰς Ῥώμην εἰς δόξαν θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι· οἷς καὶ δηλώσετε ἐγγύς με ὄντα· πάντες γάρ εἰσιν ἄξιοι θεοῦ καὶ ὑμῶν· οὓς πρέπον ἐστὶν ὑμῖν κατὰ πάντα ἀναπαῦσαι. ἔγραψα δὲ ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων. ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ἰησοῦ Χριστοῦ.

ΠΡOΣ ΦIΛA∆EΛΦEIΣ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ,

τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ, ἐν ἀγάπῃ ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλομένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἀδιακρίτως καὶ ἐν τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ἐλέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ Χριστοῦ, ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος· μάλιστα ἐὰν ἐν ἑνὶ ὦσι σὺν τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν θελήματι θεοῦ πατρὸς διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, ὃς κατὰ τὸ ἴδιον βούλημα ἐστήριξεν αὐτοῦ βεβαίως τὴν ἐκκλησίαν ἐπὶ τῇ πέτρᾳ, οἰκοδομῇ πνευματικῇ, ἀχειροποιήτῳ, ᾗ συγκλύσαντες οἱ ἄνεμοι καὶ οἱ ποταμοὶ οὐκ ἴσχυσαν αὐτὴν ἀνατρέψαι, ἀλλὰ μηδὲ ἰσχύσειάν ποτε τὰ πνευματικὰ τῆς πονηρίας, ἀλλ' ἐξασθενήσειαν δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. Θεασάμενος ὑμῶν τὸν ἐπίσκοπον ἔγνων, ὅτι οὐκ ἀφ' ἑαυτοῦ οὐδὲ δι' ἀνθρώπων ἠξιώθη τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήκουσαν ἐγχειρισθῆναι οὐδὲ κατὰ κενοδοξίαν, ἀλλ' ἐν ἀγάπῃ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρός, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· οὖ καταπέπληγμαι τὴν ἐπιείκειαν, ὃς σιγῶν πλέον δύναται τῶν πλέον λαλούντων. συνήρμοσται γὰρ ταῖς ἐντολαῖς κυρίου καὶ τοῖς δικαιώμασιν, ὡς χορδαὶ τῇ κιθάρᾳ, καὶ ἔστιν ἄμεμπτος οὐχ ἧττον Zαχαρίου τοῦ ἱερέως. διὸ μακαρίζει μου ἡ ψυχὴ τὴν εἰς θεὸν αὐτοῦ γνώμην, ἐπιγνοὺς ἐνάρετον καὶ τελείαν οὖσαν, τὸ ἀκίνητον αὐτοῦ καὶ τὸ ἀόργητον ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος.Ὡς τέκνα οὖν φωτὸς ἀληθείας φεύγετε τὸν μερισμὸν τῆς ἑνότητος καὶ τὰς κακοδιδασκαλίας τῶν αἱρεσιωτῶν, ἐξ ὧν μολυσμὸς ἐξῆλθεν εἰς πᾶσαν τὴν γῆν. ὅπου δὲ ὁ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε· πολλοὶ γὰρ λύκοι κωδίοις ἠμφιεσμένοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσι τοὺς θεοδρόμους· ἀλλ' ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσι τόπον. Ἀπέχεσθε οὖν τῶν κακῶν βοτανῶν, ἅστινας Ἰησοῦς Χριστὸς οὐ γεωργεῖ, ἀλλ' ὁ ἀνθρωποκτόνος θήρ, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός, ἀλλὰ σπέρμα τοῦ πονηροῦ. οὐχ ὅτι παρ' ὑμῖν μερισμὸν εὗρον, ταῦτα γράφω, ἀλλὰ προασφαλίζομαι ὑμᾶς ὡς τέκνα θεοῦ. ὅσοι γὰρ Χριστοῦ εἰσιν, οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν· ὅσοι δ' ἂν ἐκκλίνωσιν αὐτοῦ καὶ τὴν κοινωνίαν ἀσπάσωνται μετὰ τῶν κατηραμένων, οὗτοι σὺν αὐτοῖς ἐκκοπήσονται· οὐ γάρ εἰσιν γεώργιον Χριστοῦ, ἀλλ' ἐχθροῦ σπορά· οὗ ·υσθείητε πάντοτε εὐχαῖς τοῦ προκαθεζομένου ὑμῶν ποιμένος, τοῦ πιστοτάτου καὶ πραοτάτου. παρακαλῶ οὖν ὑμᾶς ἐν κυρίῳ· ὅσοι ἂν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα τῆς ἐκκλησίας, προσδέχεσθε αὐτοὺς μετὰ πάσης πραότητος, ἵνα διὰ τῆς χρηστότητος καὶ τῆς ἀνεξικακίας ἀνανήψαντες ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἄξιοι Ἰησοῦ Χριστοῦ γενόμενοι, σωτηρίας αἰωνίου τύχωσιν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ. ἀδελφοί, μὴ πλανᾶσθε· εἰ τις σχίζοντι ἀπὸ τῆς ἀληθείας ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομήσει· καὶ εἴ τις οὐκ ἀφίσταται τοῦ ψευδολόγου κήρυκος, εἰς γέενναν