15
ἀπολογήσασθαι. Μάλιστα μὲν γὰρ, φησὶν, ἔχω καὶ ἀπὸ τῶν πραγμάτων ἀποδείξεις· εἰ δὲ ἀπιστεῖς, αὐτὸν καλῶ τὸν Θεὸν μάρτυρα, τὸν τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδότα, καὶ τὸ συνειδὸς ἐρευνῆσαι δυνάμενον. εʹ. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἂν ἐτόλμησε καλέσαι τὸν ἀπαραλόγιστον δικαστὴν, καὶ ἐπ' αὐτοῦ τὴν δίκην εἰσαγαγεῖν, εἰ μὴ σφόδρα ἦν πεπεικὼς ἑαυτὸν, ὅτι πάσης ἐπιβουλῆς ἦν καθαρός. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσασθαι βουληθεὶς, κἀκεῖνον σωφρονίσαι θέλων, τῆς δίκης ἐκείνης ἀνέμνησεν, ἱκανὰ μὲν καὶ τὰ ἤδη γεγενημένα δηλῶσαι· οὐκ ἔλαττον δὲ ἐκείνων καὶ τὰ μετὰ ταῦτα συμβάντα τοῦτο πιστώσασθαι δύναται. Καὶ γὰρ πάλιν αὐτὸν εἰς χεῖρας λαβὼν, μετὰ τὴν σωτηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμενον, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κατακόψαι παντὸς, ἀφῆκεν, οὐδὲν, ὧν εἰκὸς ἦν παθεῖν, πεπονθότα. ∆ιὸ καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμοῦ λήξει ποτὲ, ἐξήγαγεν ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς βαρβάροις ἔζη, δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγκαίαν ἑαυτῷ πορίζων τροφήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, 54.694 ἀλλ' ὅτι καὶ πεσόντα ἀκούσας ἐπὶ τῆς παρατάξεως, διέῤῥηξέ τε τὸν χιτωνίσκον, καὶ σποδὸν κατεπάσατον καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε, παῖδα μονογενῆ καὶ γνήσιον ἀποβαλὼν, συνεχῶς αὐτοῦ τὸ ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συντιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ αὐτὰ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα τοῦ Σαούλ· Ὄρη γὰρ, φησὶν, τὰ Γελβουὲ, μὴ πέσοι ἐφ' ὑμᾶς, μήτε δρόσος, μήτε ὑετός· ὄρη θανάτου, ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυνατῶν. Ὅπερ πατέρες ποιοῦσι πολλάκις, καὶ τὴν οἰκίαν ἀποστρέφονται, καὶ τὸν στενωπὸν ἀηδῶς ὁρῶσι, δι' οὗ τὸν υἱὸν προέπεμψαν, τοῦτο καὶ οὗτος ἐποίησε, καὶ κατηρᾶτο τοῖς ὄρεσι τοῖς τὴν σφαγὴν δεξαμένοις. Μισῶ καὶ τὸν τόπον αὐτὸν διὰ τοὺς ἐκεῖ πεσόντας νεκροὺς, φησί. Μηκέτι τοίνυν βραχῆτε τοῖς ἄνωθεν ὑετοῖς· ἐβράχητε γὰρ ἅπαξ κακῶς τῷ τῶν φίλων μου αἵματι· καὶ συνεχῶς δὲ αὐτῶν περιστρέφει τὰ ὀνόματα, οὑτωσὶ λέγων· Σαοὺλ καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ κεχωρισμένοι ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν. Ἐπειδὴ γὰρ τὰ σώματα μὴ παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος. Ἐπειδὴ γὰρ πολλοῖς ἐδόκει τὸ πεσεῖν ἀμφοτέρους ἐν ἡμέρᾳ μιᾷ ἀνήκεστον εἶναι κακὸν, αὐτὸ δὴ τοῦτο εἰς ὑπόθεσιν παραμυθίας ἔλαβε. Τὸ γὰρ εἰπεῖν, Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐκ ἐχωρίσθησαν, οὐδὲν ἕτερον, ἢ τοῦτο κατασκευάζοντος ἦν. Οὐ γὰρ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ὀρφανίαν ὁ παῖς ἐθρήνησεν, οὐδὲ ἀπαιδίαν ὁ πατὴρ ὠδύρατο, ἀλλ' ὃ μηδενὶ συνέβη, συνέβη, φησὶν, ἐκείνοις· ὁμοῦ γὰρ καὶ κατὰ μίαν ἡμέραν τῆς ζωῆς ἀπεῤῥάγησαν, καὶ οὐ καταλειφθεὶς θάτερος. Ἦ γὰρ ἂν ἀβίωτον ἑαυτῷ εἶναι τὸν βίον ἐνόμισε τῇ διαστάσει θατέρου. ∆ιεθερμάνθητε νῦν, ἐδακρύσατε, συνεχύθητε τὸν λογισμὸν, καὶ πρὸς ἄφεσιν δακρύων εὐτρεπεῖς ὑμῶν οἱ ὀφθαλμοὶ γεγένηνται; Νῦν ἕκαστος ἀναμιμνησκέσθω μοι τοῦ ἐχθροῦ καὶ τοῦ λελυπηκότος, ἔτι ζεούσης τῷ πένθει τῆς διανοίας, καὶ τοῦτον καὶ ζῶντα φυλαττέτω, καὶ ἀπελθόντα πενθείτω, μὴ πρὸς ἐπίδειξιν, ἀλλ' ἀπὸ διανοίας καὶ ψυχῆς γνησίας· κἂν δέῃ τι παθεῖν, ὥστε μὴ λυπῆσαι τὸν ἠδικηκότα, πάντα ποιείτω καὶ πασχέτω, παρὰ τοῦ Θεοῦ μεγάλας ἀναμένων τὰς ἀμοιβάς. Ἰδοὺ γοῦν οὗτος καὶ τὴν βασιλείαν ἔλαβε, καὶ τὴν χεῖρα οὐκ ἐμόλυνεν, ἀλλὰ καθαρὰν ἔχων τὴν δεξιὰν, οὕτω τὸν στέφανον ἀνεδήσατο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβη, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος λαμπροτέραν ἔχων εὐφημίας ὑπόθεσιν, τὸ φείσασθαι τοῦ πολεμίου, τὸ θρηνῆσαι