15
ἁμαρτάνοντα τὰ αὐτὰ χαλεπῶς ἐκόλασε, ψηφιεῖται αὐτῷ τὴν τιμωρίαν ὁ Θεός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀπὸ τῶν γεγενημένων καὶ ἐκβάντων, μειζόνως, ὅπερ ὑπεσχόμην ὑμῖν, αὐτὸ ποιήσω καταφανές. Ὁ Φαρισαῖος, καίτοι γε αὐτὸς οὐδὲν ἁμαρτὼν, ἀλλὰ καὶ ἐν δικαιοσύνῃ ζήσας, καὶ πολλὰ ἔχων κατορθώματα εἰπεῖν, ἐπειδὴ τὸν τελώνην, τὸν ἅρπαγα καὶ πλεονέκτην καὶ παρανομώτατον κατεδίκασε, τοσαύτην ἔδωκε δίκην, ὡς ἐκείνου μείζονι τηρεῖσθαι κολάσει. Εἰ δὲ ὁ μηδὲν μὲν ἁμαρτὼν αὐτὸς, ἁμαρτάνοντα δὲ ἕτερον καὶ περιφανῆ πᾶσιν ἐπὶ παρανομίαις ὄντα, ῥήματι ψιλῷ καταδικάσας τοσαύτην ἐπεσπάσατο κόλασιν, οἱ πολλὰ μὲν καθ' ἑκάστην ἡμέραν ἁμαρτάνοντες, ἑτέρων δὲ βίους καταδικάζοντες, οὐδὲ ἐμφανεῖς ὄντας τινὶ, οὐδὲ δήλους, ἐννόησον ὅσην ὑποστησόμεθα κόλασιν, πῶς ἐκπεσούμεθα πάσης συγγνώμης. Ἐν ᾧ γὰρ κρίματι, φησὶ, κρίνετε, καὶ ὑμεῖς κριθήσεσθε. ςʹ. ∆ιὰ δὴ ταῦτα ἀντιβολῶ, καὶ παραινῶ, καὶ δέομαι, ταύτης ἀποστῆναι τῆς πονηρᾶς συνηθείας. Τοὺς μὲν γὰρ ἱερέας κακῶς ἀκούοντας οὐδὲν παραβλάψομεν, 51.205 οὐ μόνον ἂν ψευδῆ τὰ λεγόμενα ᾖ, ἀλλὰ κἂν ἀληθῆ· ἐπεὶ καὶ ὁ Φαρισαῖος τὸν τελώνην οὐδὲν κατέβλαψεν, ἀλλὰ καὶ ὠφέλησε, καίτοι γε ἀληθῆ περὶ αὐτοῦ λέγων· ἡμεῖς δὲ ἑαυτοὺς τοῖς ἐσχάτοις περιβαλοῦμεν κακοῖς· ἐπεὶ καὶ ὁ Φαρισαῖος καθ' ἑαυτοῦ τὸ ξίφος ὤθησε, καὶ καιρίαν πληγὴν λαβὼν ἀπῆλθεν. Ἵνα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, κρατῶμεν ἀκολάστου γλώττης. Εἰ γὰρ τὸν τελώνην εἰπὼν κακῶς, οὐ διέφυγεν ἐκεῖνος, οἱ τοὺς πατέρας ἡμῶν κακῶς λέγοντες, ποίαν ἕξομεν ἀπολογίαν; εἰ τὸν ἀδελφὸν βλασφημήσασα Μαρία ἅπαξ, τοσαύτην ἔδωκε δίκην, ποίας σωτηρίας ἡμῖν ἐλπὶς, ὅταν μυρίαις καθ' ἑκάστην ἡμέραν τοὺς ἄρχοντας πλύνωμεν λοιδορίαις; Μὴ γάρ μοι τοῦτο λεγέτω τις, ὅτι ἐκεῖνος Μωϋσῆς ἦν· δυνήσομαι γὰρ εἰπεῖν καὶ ἐγὼ, ὅτι κἀκείνη Μαρία ἦν. Ἄλλως δὲ, ἵνα καὶ τοῦτο αὐτὸ μάθῃς σαφῶς, ὅτι εἰ καὶ ἐγκλημάτων ὑπεύθυνοι ὦσιν οἱ ἱερεῖς, οὐδὲ οὕτω σοι θέμις τὸν ἐκείνων βίον κρίνειν, ἄκουσον τί φησι περὶ τῶν ἀρχόντων τῶν Ἰουδαϊκῶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ τί γένοιτ' ἂν χεῖρον ἐκείνων, ὧν ὁ ζῆλος ἔφθειρε τοὺς μαθητευομένους; Ἀλλ' ὅμως οὐδὲ οὕτω κατεβίβασεν αὐτοὺς ἀπὸ τῆς ἀξίας, οὐδὲ εὐκαταφρονήτους ἐποίησεν εἶναι τοῖς ἀρχομένοις· καὶ μάλα εἰκότως. Εἰ γὰρ ταύτης ἐπιλάβοιντο τῆς ἐξουσίας οἱ ἀρχόμενοι, ὀφθήσονται πάντας ἀποχειροτονοῦντες, καὶ ἐκ τοῦ βήματος καταβιβάζοντες. ∆ιὰ τοῦτο καὶ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων ὑβρίσας, καὶ εἰπὼν, Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με; ἐπειδή τινων ἤκουσεν ἐπιστομιζόντων αὐτὸν, καὶ λεγόντων, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; δεῖξαι βουλόμενος, ὅσην ἀπονέμειν δεῖ τοῖς ἄρχουσι τὴν αἰδῶ καὶ τὴν τιμὴν, τί φησιν; Οὐκ ᾔδειν ὅτι ἀρχιερεὺς τοῦ Θεοῦ ἦν. ∆ιὰ τοῦτο καὶ ∆αυῒδ παρανομοῦντα λαβὼν τὸν Σαοὺλ, καὶ φόνου πνέοντα, καὶ μυρίας ὄντα κολάσεως ἄξιον, οὐ μόνον αὐτοῦ τῆς ζωῆς ἐφείσατο, ἀλλ' οὔτε ῥῆμα φορτικὸν εἰς αὐτὸν ἐκβαλεῖν ὑπέμεινε· καὶ τὴν αἰτίαν τίθησι λέγων, ὅτι Χριστὸς Κυρίου ἐστίν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐκ πολλῆς τῆς περιουσίας ἔστιν ἰδεῖν, πῶς πόῤῥω που τὰ τῶν ἱερέων διορθοῦν τὸν ἀρχόμενον ἑστηκέναι χρή. Τῆς γὰρ κιβωτοῦ ποτε ἀναγομένης, ἐπειδή τινες τῶν ἀρχομένων περιτρεπομένην καὶ καταπίπτειν μέλλουσαν ἰδόντες ἀνώρθωσαν, ἐν αὐτῷ τῷ χωρίῳ δίκην ἔδοσαν, ὑπὸ τοῦ Κυρίου πληγέντες καὶ νεκροὶ μείναντες. Καίτοι γε οὐδὲν ἄτοπον ἐποίουν· οὐδὲ γὰρ ἀνέτρεπον τὴν κιβωτὸν, ἀλλ' ἀνατρέπεσθαι μέλλουσαν καὶ καταπίπτειν ἀνώρθουν. Ἀλλ' ἵνα ἐκ πολλῆς περιουσίας μάθῃς τῶν ἱερέων τὸ ἀξίωμα, καὶ πῶς οὐ θέμις τὸν ὑποτεταγμένον