1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

10

ἐνομοθέτησε, ποτὲ μὲν λέγων, Μὴ κτήσησθε πήραν, ποτὲ δὲ λέγων, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν. Τίνος οὖν ἕνεκεν τοῦτο πεποίηκεν; Ἀξίως τῆς αὐτοῦ σοφίας καὶ προνοίας τῆς ὑπὲρ τῶν μαθητῶν. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ταῦτα ἐπέταξεν, ἵνα ἔργῳ καὶ πείρᾳ τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως λάβωσι, καὶ λαβόντες θαῤῥήσωσι λοιπὸν εἰς τὴν οἰκουμένην ἐξελθεῖν ἅπασαν. Ἐπειδὴ δὲ λοιπὸν ἱκανῶς ἔγνωσαν αὐτοῦ τὴν δύναμιν, ἐβούλετο καὶ αὐτοὺς οἴκοθεν τὴν αὐτῶν ἀρετὴν ἐπιδείξασθαι, καὶ μὴ μέχρι τέλους αὐτοὺς διαβαστάζεσθαι, ἀλλ' ἐνδιδόναι πολλαχοῦ καὶ συγχωρεῖν, καὶ πειρασμοὺς αὐτοὺς ὑπομένειν, ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι. Καὶ καθάπερ οἱ νήχεσθαι διδάσκοντες, παρὰ μὲν τὰς ἀρχὰς τὰς αὐτῶν ὑποτιθέντες χεῖρας μετὰ πολλῆς τῆς ἀκριβείας τοὺς μαθητὰς τοὺς ἑαυτῶν διαβαστάζουσι, μετὰ δὲ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν πολλαχοῦ τὴν δεξιὰν αὐτῶν ὑποσύραντες ἐκείνοις, κελεύουσιν ἑαυτοῖς βοηθεῖν, καί που καὶ μικρὸν βαπτίζεσθαι ἐπιτρέπουσι, καὶ πολλὴν τῷ στόματι δέχεσθαι τὴν ἅλμην· οὕτω δὴ καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τῶν μαθητῶν. Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις οὐ μικρὸν, οὐ μέγα αὐτοὺς ἀφῆκε παθεῖν, ἀλλὰ πανταχοῦ παρῆν τειχίζων αὐτοὺς, περιφράττων, πάντα μετὰ ἀφθονίας αὐτοῖς ἐπιῤῥεῖν παρασκευάζων· ἐπειδὴ δὲ ἔδει καὶ τὴν ἀνδρείαν αὐτοὺς ἐπιδείξασθαι τὴν αὐτῶν, συνέστειλεν ὀλίγῳ τὴν χάριν, ἐγκελευσάμενος αὐτοῖς πολλὰ καὶ δι' ἑαυτῶν ἀνύειν. ∆ιά τοι τοῦτο, ὅτε μὲν οὐκ εἶχον ὑποδήματα, οὐδὲ ζώνην, οὐδὲ ῥάβδον, οὐδὲ χαλκὸν, οὐδενὸς ὑστερήθησαν· Μή τινος γὰρ, φησὶν, ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός. Ἐπειδὴ δὲ αὐτοὺς ἐκέλευσε καὶ βαλάντιον ἔχειν, καὶ πήραν, καὶ ὑποδήματα, εὑρίσκονται καὶ πεινῶντες καὶ διψῶντες καὶ γυμνητεύοντες. Ὅθεν δῆλον, ὅτι πολλαχοῦ συνεχώρει καὶ παρακινδυνεύειν αὐτοὺς καὶ στενοχωρεῖσθαι, ἵνα τινὰ μισθὸν ἔχωσιν Οὕτω που καὶ οἱ ὄρνιθες τοῖς νεοττοῖς ποιοῦσι τοῖς ἑαυτῶν· καὶ γὰρ ἐκεῖνοι, ἕως μὲν τὰ πτερὰ ἁπαλὰ ἔχουσιν, ἐπὶ τῆς καλιᾶς καθήμενοι θάλπουσιν· ἐπειδὰν δὲ ἴδωσι πτεροφυήσαντας, καὶ δυναμένους τὸν ἀέρα τέμνειν, πρῶτον μὲν περὶ αὐτὴν τὴν καλιὰν ἵπτασθαι παρασκευάζουσιν, ἔπειτα δὲ καὶ ποῤῥωτέρω περιάγουσι, παρὰ μὲν τὴν ἀρχὴν ἑπόμεναι καὶ διαβαστάζουσαι, μετὰ δὲ ταῦτα αὐτοὺς ἑαυτοῖς ἀφιεῖσαι βοηθεῖν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καθάπερ ἐν καλιᾷ, τῇ Παλαιστίνῃ τρέφων τοὺς μαθητάς· ἐπειδὴ δὲ πέτεσθαι ἐδίδαξε παρὼν καὶ διαβαστάζων αὐτοὺς, τέλος ἀφῆκεν εἰς τὴν οἰκουμένην πτῆναι, κελεύσας καὶ ἑαυτοῖς πολλαχοῦ βοηθεῖν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ ἵνα τὴν δύναμιν αὐτοῦ μάθωσι, πάντων αὐτοὺς ἐγύμνωσε, καὶ μονοχίτωνας ἀπέστειλε, καὶ χωρὶς ὑποδημάτων ἐκέλευσε βαδίζειν, αὐτῆς οὖν τῆς ῥήσεως ἀκούσαντες σαφῶς εἰσόμεθα. Οὐ γὰρ ἁπλῶς εἶπεν αὐτοῖς· Ἄρατε βαλάντιον καὶ πήραν, ἀλλ' ἀνέμνησεν αὐτοὺς τῶν προτέρων, οὕτως εἰπών· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; τουτέστιν, Οὐ πάντα μετὰ ἀφθονίας ὑμῖν ἐπέῤῥει, καὶ πολλῆς ἀπελαύσατε δαψιλείας; ἀλλὰ νῦν βούλομαι ὑμᾶς καὶ δι' ἑαυτῶν ἀγωνίζεσθαι· βούλομαι ὑμᾶς καὶ πενίας πεῖραν λαβεῖν· διὰ τοῦτο λοιπὸν ἐπὶ τὴν ἀνάγκην οὐκ ἄγω τοῦ προτέρου νόμου, ἀλλ' ἐπιτρέπω καὶ βαλάντιον ἔχειν καὶ πήραν, ἵνα μὴ, καθάπερ δι' 51.200 ἀψύχων ὀργάνων, ἐνεργεῖν τὰ καθ' ὑμᾶς νομίζωμαι, ἀλλὰ καὶ ὑμεῖς τὴν οἰκείαν ἔχητε ἐπιδείκνυσθαι φιλοσοφίαν. γʹ. Καὶ τί, φησὶν, οὐκ ἂν μείζων ἐφάνη ἡ χάρις, εἰ διαπαντὸς οὕτως ἐτέλεσαν ὄντες; Ἀλλ' αὐτοὶ οὐκ ἐγένοντο οὕτω δόκιμοι· εἰ γὰρ μηδεμιᾶς ἔλαβον θλίψεως πεῖραν, μὴ πενίας, μὴ διωγμοῦ, μὴ στενοχωρίας, ἔμειναν ἂν ἀργοὶ καὶ νωθεῖς· νῦν δὲ οὐχὶ τὴν χάριν διαλάμψαι μόνον, ἀλλὰ καὶ τὴν τῶν ὑπακουόντων δοκιμὴν ἠθέλησεν