1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

5

Ταῦτα καὶ ἄρχοντες μανθανέτωσαν, καὶ ἀρχόμενοι, καὶ ἱερεῖς, καὶ οἱ τῶν λαϊκῶν τὴν τάξιν ἔχοντες, ἵν' ἐκεῖνοι μὲν μὴ τοὺς πλουτοῦντας θαυμάζωσι, μηδὲ τὰς περιφανεῖς διώκωσιν οἰκίας, ἀλλ' ἀρετὴν μετὰ πενίας ζητῶσι, καὶ τοῖς πτωχοτέροις τῶν ἀδελφῶν μὴ ἐπαισχύνωνται, μηδὲ τὸν σκηνοποιὸν, καὶ τὸν βυρσοδέψην, καὶ τὸν πορφυροπώλην, καὶ τὸν χαλκοτύπον παρατρέχοντες, τοὺς ἐν δυναστείαις θεραπεύσωσιν· οἱ δὲ ἀρχόμενοι, ἵνα μὴ νομίζωσιν εἶναι κώλυμα πρὸς τὴν ὑποδοχὴν τῶν ἁγίων, ἀλλ' ἐννοοῦντες 51.193 τὴν χήραν, ἢ τὸν Ἠλίαν ὑπεδέξατο, δράκα ἀλεύρου μόνον ἔχουσα, καὶ τούτους, οἳ τὸν Παῦλον διετίαν ἐξένισαν, τὰς οἰκίας διανοίγωσι τοῖς δεομένοις, καὶ πάντα τοῖς ξένοις ὦσι κοινὰ κεκτημένοι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οἰκέτας οὐκ ἔχεις διακονουμένους. Κἂν γὰρ μυρίους ἔχῃς, ὁ Θεός σε κελεύει διὰ σαυτοῦ τῆς φιλοξενίας τὸν καρπὸν τρυγᾷν. ∆ιὰ τοῦτο Παῦλος χήρᾳ γυναικὶ διαλεγόμενος, καὶ κελεύων αὐτὴν ξενοδοχεῖν, οὐ δι' ἑτέρων, ἀλλὰ δι' ἑαυτῆς τοῦτο ἐπέταττεν. Εἰπὼν γὰρ, Εἰ ἐξενοδόχησεν, ἐπήγαγεν, Εἰ ἁγίων πόδας ἔνιψεν. Οὐκ εἶπεν, εἰ χρήματα ἐδαπάνησεν, οὐδὲ, εἰ τοῖς οἰκέταις ἐκέλευσε τοῦτο ποιῆσαι, ἀλλ', εἰ δι' ἑαυτῆς τοῦτο εἰργάσατο. ∆ιὰ τοῦτο καὶ ὁ Ἀβραὰμ τριακοσίους ὀκτὼ καὶ δέκα οἰκογενεῖς ἔχων, αὐτὸς ἐπὶ τὴν ἀγέλην ἔτρεχε, καὶ τὸν μόσχον ἐβάσταζε, καὶ τὰ ἄλλα ἅπαντα διηκόνει, καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῶν τῆς φιλοξενίας καρπῶν. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἐν φάτνῃ τίκτεται, καὶ ἐν οἰκίᾳ τικτόμενος τρέφεται, καὶ αὐξηθεὶς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλίνῃ, ἵνα σε παιδεύσῃ διὰ πάντων μὴ πρὸς τὰ λαμπρὰ τοῦ βίου τούτου κεχηνέναι πράγματα, ἀλλ' εὐτελείας εἶναι ἐραστὴν πανταχοῦ, καὶ πτωχείαν διώκειν, καὶ περιουσίαν φεύγειν, καὶ ἔσωθεν καλλωπίζεσθαι. Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, φησὶν, ἔσωθεν. Ἐὰν ἔχῃς προαίρεσιν φιλόξενον, ἅπασαν τῆς φιλοξενίας ἔχεις τὴν θήκην, κἂν ὀβολὸν ᾖς κεκτημένος μόνον· ἂν δὲ μισάνθρωπος ᾖς καὶ μισόξενος, κἂν τὰ πάντα ᾖς περιβεβλημένος πράγματα, ἐστενοχώρηταί σοι τοῖς ξένοις ἡ οἰκία. Οὐκ εἶχεν αὕτη κλίνας ἀργυρενδέτους, ἀλλ' εἶχε σωφροσύνην πολλήν· οὐκ εἶχε στρωμνὴν, ἀλλὰ προαίρεσιν ἐκέκτητο προσηνῆ καὶ φιλόξενον· οὐκ εἶχε κίονας ἀπαστράπτοντας, ἀλλ' εἶχε ψυχῆς κάλλος ἀπολάμπον· οὐκ εἶχε τοίχους μαρμάροις περιβεβλημένους, οὐδὲ ἔδαφος ψηφῖσι διηνθισμένον, ἀλλ' ἦν αὐτὴ ναὸς τοῦ Πνεύματος. Ταῦτα ἐπῄνεσεν ὁ Παῦλος, τούτων ἠράσθη· διὰ ταῦτα ἔτη δύο μείνας ἐπὶ τῆς οἰκίας οὐκ ἀπανίστατο· διὰ ταῦτα αὐτῶν μέμνηται διηνεκῶς, καὶ ἐγκώμιον αὐτοῖς συντίθησι μέγα καὶ θαυμαστὸν, οὐχ ἵνα αὐτοὺς λαμπροτέρους ἐργάσηται, ἀλλ' ἵνα τοὺς λοιποὺς εἰς τὸν αὐτὸν ἀγάγῃ ζῆλον, καὶ πείσῃ μακαρίζειν, οὐχὶ τοὺς πλουτοῦντας, οὐδὲ τοὺς ἐν ἀρχαῖς ὄντας, ἀλλὰ τοὺς φιλοξένους, τοὺς ἐλεήμονας, τοὺς φιλανθρώπους, τοὺς πολλὴν περὶ τοὺς ἁγίους φιλοφροσύνην ἐπιδεικνυμένους. εʹ. Ταῦτα δὴ καὶ ἡμεῖς ἀπὸ τῆς προσρήσεως ταύτης μαθόντες, διὰ τῶν ἔργων αὐτῶν ἐπιδειξώμεθα· καὶ μήτε τοὺς πλουτοῦντας ἁπλῶς μακαρίζωμεν, μήτε τοὺς πτωχοὺς ἐξευτελίζωμεν, μηδὲ ἐπαισχυνώμεθα τέχναις, μηδὲ ὄνειδος εἶναι νομίζωμεν ἐργασίαν, ἀλλὰ ἀργίαν, καὶ τὸ μὴ ἔχειν τι ποιεῖν. Εἰ γὰρ ὄνειδος ἦν τὸ ἐργάζεσθαι, οὐκ ἂν αὐτὸ μετῆλθεν ὁ Παῦλος, οὐκ ἂν ἐπ' αὐτῷ μεῖζον ἐφρόνησεν, οὕτω λέγων· Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Εἰ δὲ τέχνη ὄνειδος ἦν, οὐκ ἂν τοὺς μὴ ἐργαζομένους ἐκέλευσε μηδὲ ἐσθίειν. Ἁμαρτία γὰρ μόνον ἐστὶν ὄνειδος· ταύτην δὲ ἀργία τίκτειν εἴωθε, καὶ οὐ μίαν 51.194 καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν πονηρίαν. ∆ιὰ τοῦτο καί τις σοφὸς δεικνὺς, ὅτι πᾶσαν τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία, καὶ περὶ οἰκετῶν διαλεγόμενός φησιν· Ἔμβαλε αὐτὸν εἰς ἔργον, ἵνα μὴ ἀργῇ. Ὅπερ γάρ