1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

8

μικρὰν καὶ ἡδονὴν καὶ ὠφέλειαν καὶ δόξαν ἐκαρπώσαντο νῦν, Παύλῳ τοσοῦτον συζήσαντες χρόνον. Καὶ γὰρ, ὅπερ ἔμπροσθεν ἔλεγον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι οὐχ ἡ διδασκαλία μόνον, οὐδὲ ἡ παραίνεσις καὶ συμβουλὴ, ἀλλὰ καὶ αὕτη ἡ ὄψις τῶν ἁγίων πολλὴν εἶχεν ἡδονὴν καὶ ὠφέλειαν, καὶ αὐτὸς δὲ τῶν ἱματίων ὁ στολισμὸς, καὶ αὐτὸς τῶν ὑποδημάτων ὁ τρόπος. Καὶ γὰρ ἐντεῦθεν πολλή τις εἰς τὸν ἡμέτερον εἰσενήνεκται βίον ὠφέλεια, τὸ μαθεῖν μέχρι ποῦ τοῖς ἀναγκαίοις ἐχρῶντο. Οὐδὲ γὰρ μόνον τὸ μέτρον οὐχ ὑπερέβαινον τῆς χρείας, ἀλλ' ἔστιν ὅπου οὔτε τῆς χρείας αὐτῆς ἀπέλαυον ἁπάσης· ἀλλὰ καὶ ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διετέλεσαν. Καὶ τοῖς μὲν μαθηταῖς ἐπιτάττων ὁ Παῦλος ἔλεγεν· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· περὶ δὲ ἑαυτοῦ φαίνεται λέγων, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα. Ἀλλὰ γὰρ ἃ μεταξὺ ἔλεγον, καὶ μετὰ ταῦτα εἰσῆλθεν, ἀναγκαῖον εἰς μέσον παραθεῖναι πολλὴν ἔχοντα τὴν ζήτησιν. Τί δὲ τοῦτό ἐστιν; Ἔλεγον, ὅτι καὶ 51.197 ὁ τῶν ἀποστολικῶν ἱματίων στολισμὸς παρέχει πολλὴν ἡμῖν τὴν ὠφέλειαν· μεταξὺ δέ με ταῦτα λέγοντα εἰσῆλθεν ὁ νόμος τοῦ Χριστοῦ, ὃν ἔθηκεν αὐτοῖς, οὕτω λέγων· Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον εἰς τὴν ὁδόν· φαίνεται δὲ Πέτρος σανδάλια ἔχων. Ὅτε γοῦν ὁ ἄγγελος καθεύδοντα αὐτὸν ἐξύπνισε, καὶ ἐξήγαγε τοῦ δεσμωτηρίου, φησίν· Ὑπόδησαι τὰ σανδάλιά σου, καὶ περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ Παῦλος δὲ Τιμοθέῳ γράφων λέγει· Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, φέρε ἐρχόμενος, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Τί λέγεις; ὁ Χριστὸς οὐδὲ ὑποδήματα ἐκέλευσεν ἔχειν, καὶ σὺ φελόνην ἔχεις, καὶ ἕτερος σανδάλια πάλιν; Καὶ εἰ μὲν τῶν εὐτελῶν τινες ἦσαν, καὶ τῶν οὐ πάντοτε τῷ ∆ιδασκάλῳ πειθομένων, οὐκ ἦν ζήτημα τὸ λεγόμενον· ἐπειδὴ δὲ οἱ καὶ τὰς ψυχὰς ἑαυτῶν ἐπιδιδόντες, καὶ κορυφαῖοι καὶ πρῶτοι τῶν μαθητῶν εἰσιν οὗτοι, καὶ πάντα ἐπείθοντο τῷ Χριστῷ, ὁ δὲ Παῦλος οὐ μόνον τὰ ἐπιταττόμενα ἐποίει, ἀλλὰ καὶ ὑπὲρ τὰ σκάμματα ἐπεπήδα, κἀκείνου κελεύοντος ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὗτος ἐκ τῶν χειρῶν αὐτοῦ ἔζη, πλέον τι τῶν ἐπιτεταγμένων ποιήσας, ἄξιον ὄντως ζητῆσαι, τίνος ἕνεκεν, πάντα αὐτῷ πειθόμενοι, ἐνταῦθα δοκοῦσι παραβαίνειν αὐτοῦ τὸν νόμον. Ἀλλ' οὐ παραβαίνουσιν. Οὐδὲ γὰρ εἰς τοῦτο χρήσιμος ἡμῖν οὗτος ἔσται μόνον ὁ λόγος, εἰς τὴν ὑπὲρ τῶν ἁγίων ἐκείνων ζήτησιν, ἀλλὰ καὶ εἰς τὸ τὰ τῶν Ἑλλήνων ἐμφράξαι στόματα. Καὶ γὰρ πολλοὶ χηρῶν οἰκίας ἀνατρέποντες, ὀρφανοὺς γυμνοῦντες, τὰ πάντων περιβαλλόμενοι, λύκων οὐδὲν ἄμεινον διακείμενοι, ἐκ τῶν ἀλλοτρίων ζῶντες πόνων, ὁρῶντες πολλάκις τινὰς τῶν πιστῶν δι' ἀῤῥωστίαν σώματος πλείονα περιβεβλημένους ἱμάτια, τὸν νόμον εὐθέως ἡμῖν τοῦ Χριστοῦ προβάλλονται, καὶ ταῦτα λέγουσι τὰ ῥήματα· Οὐκ ἐκέλευσεν ὑμῖν ὁ Χριστὸς μὴ ἔχειν δύο χιτῶνας, μηδὲ ὑποδήματα; πῶς οὖν ὑμεῖς παραβαίνετε τὸν νόμον τὸν περὶ τούτων κείμενον; Εἶτα δαψιλὲς γελάσαντες καὶ ἀνακαγχάσαντες, καὶ καταισχύναντες τὸν ἀδελφὸν, ἀποπηδῶσιν. Ἵν' οὖν μὴ ταῦτα γένηται, φέρε καὶ τὴν ἐκείνων ἀναισχυντίαν ἐπιστομίσωμεν. Ἐξῆν μὲν οὖν τοῦτο πρὸς αὐτοὺς μόνον εἰπόντας ἀπαλλαγῆναι. Ποῖον δὲ τοῦτο; Ὅτι εἰ μὲν ἀξιόπιστόν τινα νομίζεις εἶναι τὸν Χριστὸν, εἰκότως ταῦτα προβάλλῃ, καὶ ζητεῖς πρὸς ἡμᾶς· εἰ δὲ ἀπιστεῖς αὐτῷ, τίνος ἕνεκεν προβάλλῃ τὰς νομοθεσίας; Ἀλλ' ὅταν μὲν ἡμῶν κατηγορεῖν ἐθέλῃς, ἀξιόπιστος νομοθέτης ὁ Χριστὸς εἶναί σοι δοκεῖ· ὅταν δὲ αὐτὸν προσκυνεῖν δέῃ καὶ θαυμάζειν, οὐδεὶς οὐκέτι σοι λόγος τοῦ κοινοῦ τῆς οἰκουμένης ∆εσπότου. βʹ. Πλὴν ἀλλ' ἵνα μὴ δι' ἀπορίαν ἀπολογίας τοῦτο λέγειν ἡμᾶς νομίζωσιν, ἐπ' αὐτὴν ἴωμεν λοιπὸν τῶν ζητουμένων τὴν λύσιν. Τίς οὖν ἡ λύσις ἔσται; Ἐὰν ἴδωμεν,