1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

16

καὶ ἐν τάξει λαϊκῶν ὄντα τοιαῦτα ἐπανορθοῦν, ἀπέκτεινεν αὐτοὺς ἐν μέσῳ τῷ πλήθει, τοὺς ἄλλους πάντας ἐκ πολλῆς φοβῶν τῆς ὑπερβολῆς, καὶ πείθων μηδέποτε τοῖς τῆς ἱερωσύνης προσιέναι ἀδύτοις. Εἰ γὰρ δὴ μέλλοιεν ἕκαστοι ἐπὶ προφάσει τοῦ τὰ κακῶς γινόμενα διορθοῦν εἰς τὸ τῆς ἱερωσύνης εἰσάγειν ἑαυτοὺς ἀξίωμα, οὔτε πρόφασις ἐπιλείψει διορθώσεώς ποτε, οὔτε ἄρχοντα, οὔτε ἀρχόμενον διαγνωσόμεθα, ἀναμεμιγμένων πάντων ἀλλήλοις. Καὶ μή μέ τις νομίσῃ τῶν ἱερέων κατεγνωκότα ταῦτα λέγειν (διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, πολλὴν, ὡς καὶ ὑμεῖς ἴστε, τὴν ἐπιείκειαν ἐν ἅπασιν ἐπιδείκνυνται, καὶ 51.206 οὐδεμίαν οὐδενί ποτε παρεσχήκασι λαβὴν), ἀλλ' ἵνα ὑμεῖς μάθητε, ὅτι εἰ καὶ μοχθηροὺς εἴχετε πατέρας καὶ φορτικοὺς διδασκάλους, οὐδὲ οὕτως ἀκίνδυνον ὑμῖν ἦν, οὐδὲ ἀσφαλὲς βλασφημεῖν αὐτοὺς καὶ λοιδορεῖσθαι. Εἰ γὰρ ἐπὶ τῶν σωματικῶν γονέων σοφός τίς φησι, Κἂν ἀπολίπῃ σύνεσιν, συγγνώμην ἔχε· τί γὰρ αὐτοῖς ἀποδώσεις, καθὼς αὐτοί σοι; πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτον φυλάττεσθαι χρὴ τὸν νόμον, καὶ τὸν ἑκάστου βίον ἑαυτὸν ἕκαστον περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, ἵνα μὴ ἀκούσωμεν κατ' ἐκείνην τὴν ἡμέραν, Ὑποκριτὰ, τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς δοκόν; Καὶ γὰρ ὑποκριτῶν ἔργον, τὸ δημοσίᾳ μὲν καὶ πάντων ὁρώντων τὰς χεῖρας φιλεῖν τῶν ἱερέων, καὶ γονάτων ἅπτεσθαι, καὶ παρακαλεῖν ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ δεομένους βαπτίσματος ἐπὶ τὰς ἐκείνων τρέχειν θύρας, οἴκοι δὲ καὶ ἐν ἀγοραῖς τοὺς τοσούτων ἀγαθῶν αἰτίους ἡμῖν καὶ διακόνους μυρίοις πλύνειν ὀνείδεσιν, ἢ ἑτέρων ὀνειδιζόντων ἀνέχεσθαι. Εἰ μὲν γὰρ ἀληθῶς κακὸς ὁ πατὴρ, πῶς αὐτὸν ἀξιόπιστον εἶναι νομίζεις διάκονον τῆς τῶν φρικτῶν ἐκείνων μυσταγωγίας; Εἰ δὲ ἀξιόπιστος ἐκείνων εἶναί σοι δοκεῖ διάκονος, τίνος ἕνεκεν ἀνέχῃ κακῶς ἑτέρων λεγόντων αὐτὸν, καὶ οὐκ ἐπιστομίζεις, οὐδὲ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις, ἵνα παρὰ τοῦ Θεοῦ πολὺν τὸν μισθὸν ἀπολάβῃς, καὶ παρ' αὐτῶν ἐκείνων τῶν κατηγορούντων τὸν ἔπαινον; Κἂν γὰρ μυριάκις ὦσιν ὑβρισταὶ, πάντως ἐπαινέσονταί σε καὶ ἀποδέξονται τῆς περὶ τοὺς πατέρας κηδεμονίας· ὥσπερ, ἂν μὴ τοῦτο ποιῶμεν, ἅπαντες ἡμῶν καταγνώσονται, καὶ αὐτοὶ οἱ κακῶς λέγοντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ ἐκεῖ τὴν ἐσχάτην δώσομεν δίκην. Οὐδὲν γὰρ οὕτω τὰς Ἐκκλησίας λυμαίνεται, ὡς τοῦτο τὸ νόσημα· καὶ καθάπερ σῶμα μὴ μετὰ ἀκριβείας συνδεδεμένον τῇ τῶν νευρῶν περιβολῇ, πολλὰς τίκτει τὰς ἀῤῥωστίας, καὶ ἀβίωτον ποιεῖ τὸν βίον· οὕτω καὶ Ἐκκλησία, μὴ σφοδρᾷ καὶ ἀῤῥαγεῖ τῇ τῆς ἀγάπης ἁλύσει περιβεβλημένη, μυρίους τίκτει πολέμους, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ αὔξει, καὶ πολλῶν πειρασμῶν γίνεται ὑπόθεσις. Ἵνα οὖν μὴ ταῦτα συμβαίνῃ, μηδὲ τὸν Θεὸν παροξύνωμεν, καὶ τὰ ἡμέτερα ἐπαυξήσωμεν κακὰ, καὶ τὴν κόλασιν ἀπαραίτητον παρασκευάζωμεν, καὶ πολλῆς ἀηδίας πληρῶμεν τὴν ζωὴν τὴν ἡμετέραν, πρὸς εὐφημίαν τὴν γλῶτταν μεταθέντες, τὸν ἑαυτῶν καθ' ἑκάστην ἡμέραν περιεργαζώμεθα βίον, καὶ τὴν ἑτέρων ζωὴν τῷ τὰ ἀπόῤῥητα μετὰ ἀκριβείας εἰδότι κρίνειν ἐπιτρέψαντες, αὐτοὶ τὰ ἑαυτῶν ἁμαρτήματα κρίνωμεν. Οὕτω γὰρ καὶ τὸ τῆς γεέννης δυνησόμεθα διαφυγεῖν πῦρ. Ὥσπερ γὰρ οἱ τὰ ἀλλότρια πολυπραγμονοῦντες κακὰ, τῶν οἰκείων οὐδένα ποιοῦνται λόγον· οὕτως οἱ δεδοικότες εἰς τὸν ἑτέρων παρακύψαι βίον, πολλὴν ἑαυτοῖς τῶν πεπλημμελημένων ποιήσονται τὴν φροντίδα· οἱ δὲ τὰ ἑαυτῶν ἀναλογιζόμενοι κακὰ, καὶ ταῦτα καθ' ἑκάστην κρίνοντες τὴν ἡμέραν, καὶ δίκας ἑαυτοὺς ἀπαιτοῦντες, ἥμερον ἕξουσι τότε τὸν δικαστήν. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ Κυρίου, Ἵν' οὖν διαφύγωμεν τὴν ψῆφον ἐκείνην, πάντα τὰ ἄλλα ἀφέντες,