1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

13

πραγμάτων. Ὁ μὲν γὰρ πλούσιος πολλὰς ἔχει τοῦ παραβλάπτεσθαι τὰς λαβάς. ∆έδοικεν ὑπὲρ οἰκίας, ὑπὲρ οἰκετῶν, ὑπὲρ ἀγρῶν, ὑπὲρ χρημάτων, μή τις αὐτόν τι τούτων ἀφέληται. Καὶ τὸ πολλῶν εἶναι κύριον, πολλῶν εἶναι δοῦλον ποιεῖ. Ὁ μέντοι πένης, εὔζωνός τις ὢν καὶ πάσας ταύτας ἀποθέμενος τὰς λαβὰς, λέων ἐστὶ πῦρ πνέων, καὶ ψυχὴν ἔχει γενναίαν, καὶ πάντων ἐξανιστάμενος ῥᾳδίως ἅπαντα πράττει τὰ δυνάμενα τὰς Ἐκκλησίας ὠφελεῖν, κἂν ἐλέγξαι δέῃ, κἂν ἐπιτιμῆσαι, κἂν μυρίας διὰ τὸν Χριστὸν ἀναδέξασθαι ἐπαχθείας· καὶ ἐπειδὴ ἅπαξ τῆς ζωῆς ὑπερεῖδε τῆς παρούσης, πάντα ῥᾳδίως καὶ μετὰ πολλῆς ποιεῖ τῆς εὐκολίας. Τί γὰρ καὶ δέδοικεν, εἰπέ μοι; Μή τις αὐτοῦ τὰ χρήματα ἀφέληται; Ἀλλ' οὐκ ἔστι τοῦτο εἰπεῖν. Ἀλλὰ μὴ τῆς πατρίδος ἐκπέσῃ; Ἀλλὰ πᾶσα ἡ ὑπ' οὐρανὸν πόλις αὐτῷ ἐστιν. Ἀλλὰ μὴ τῆς τρυφῆς αὐτόν τις περικόψῃ καὶ τῆς δορυφορίας; Ἀλλὰ καὶ τούτοις ἅπασι χαίρειν εἰπὼν, ἐν οὐρανῷ πολιτεύεται, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεται ζωήν. Κἂν αὐτὴν ἐπιδοῦναι δέῃ τὴν ψυχὴν, καὶ τὸ αἷμα εἰσενεγκεῖν, οὐ παραιτήσεται. Ἐντεῦθεν ὁ τοιοῦτος καὶ τυράννων, καὶ βασιλέων, καὶ δήμων, καὶ πάντων ἐστὶ δυνατώτερός τε καὶ εὐπορώτερος. Καὶ ἵνα μάθῃς ὅτι οὐ κολακεία τὸ λεγόμενον, ἀλλ' ἀληθῶς, οἱ μηδὲν κεκτημένοι, οὗτοι μάλιστα πάντων ἐλευθεροστομεῖν δύναιντ' ἂν, πόσοι πλούσιοι κατὰ τὸν καιρὸν ἦσαν Ἡρώδου; πόσοι δυνάσται; τίς παρῆλθεν εἰς μέσον; τίς ἐπετίμησε τῷ τυράννῳ; τίς ἤμυνεν ἀδικουμένοις τοῖς τοῦ Θεοῦ νόμοις; Τῶν μὲν εὐπόρων οὐδείς· ὁ δὲ πένης καὶ πτωχὸς, ὁ μὴ κλίνην, μήτε τράπεζαν, μήτε στέγην ἔχων, ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης, οὗτος μόνος καὶ πρῶτος μετὰ παῤῥησίας ἁπάσης τὸν τύραννον ἤλεγχε, καὶ τοὺς μοιχαλίους ἐξεκάλυπτε γάμους, καὶ παρόντων ἁπάντων καὶ ἀκουόντων, τὴν καταδικάζουσαν αὐτὸν ἐξέφερε ψῆφον. Καὶ πρὸ τούτου δὲ πάλιν ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς μηδὲν κεκτημένος πλέον, τὸν ἀσεβῆ καὶ παράνομον 51.203 Ἀχαὰβ ἐκεῖνον μόνος ἤλεγξε μετὰ πολλῆς ἀνδρείας, Οὐδὲν γὰρ οὕτως ἐλευθεροστομεῖν παρασκευάζει, καὶ θαῤῥεῖν ἐν ἅπασι πείθει τοῖς δεινοῖς, καὶ ἀναλώτους ἐργάζεται καὶ ἰσχυροὺς, ὡς τὸ μηδὲν κεκτῆσθαι, μηδὲ περιβολήν τινα πραγμάτων ἔχειν. Ὥστε εἴ τις βούλοιτο πολλὴν κεκτῆσθαι δύναμιν ἀσπασάσθω πενίαν, καταφρονείτω τῆς παρούσης ζωῆς, μηδὲν εἶναι νομιζέτω θάνατον. Οὗτος οὐχὶ τῶν εὐπόρων μόνον, οὐδὲ τῶν ἀρχόντων, ἀλλὰ καὶ αὐτῶν τῶν βασιλευόντων πλείονα τὰς Ἐκκλησίας ὠφελῆσαι δυνήσεται. Οἱ μὲν γὰρ βασιλεύοντες καὶ οἱ εὔποροι, ὅσα ἂν ποιήσωσιν, ἀπὸ χρημάτων ποιοῦσιν· ὁ δὲ τοιοῦτος πολλάκις καὶ ἀπὸ κινδύνων καὶ ἀπὸ θανάτων πολλὰ καὶ μεγάλα συνετέλεσεν. Ὅσῳ δὲ χρυσίου παντὸς τιμιώτερον αἷμα, τοσούτῳ βελτίων ἐκείνης αὕτη ἡ εἰσφορά. εʹ. Τοιοῦτοί τινες ἦσαν καὶ οὗτοι οἱ Παύλου ξενοδόχοι, ἡ Πρίσκιλλα καὶ ὁ Ἀκύλας, οἳ χρημάτων μὲν περιουσίαν οὐκ εἶχον, πλούτου δὲ παντὸς εὐπορωτέραν ἐκέκτηντο γνώμην, καθ' ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες ἡμέραν, καὶ ἐν σφαγαῖς καὶ αἵμασι ζῶντες, καὶ διὰ παντὸς μαρτυροῦντες τοῦ χρόνου. ∆ιὰ τοῦτο ἤνθει τὰ ἡμέτερα κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι οὕτω μὲν οἱ μαθηταὶ τοῖς διδασκάλοις, οὕτω δὲ οἱ διδάσκαλοι συνεδέδεντο τοῖς μαθηταῖς. Οὐ γὰρ δὴ περὶ τούτων μόνον φησὶν ὁ Παῦλος, ἀλλὰ καὶ περὶ ἑτέρων πολλῶν. Καὶ γὰρ Ἑβραίοις καὶ Θεσσαλονικεῦσι γράφων καὶ Γαλάταις, πολλὴν ἅπασι μαρτυρεῖ πειρασμῶν ἐπαγωγὴν, καὶ δείκνυσι δι' ὧν ἐπέστελλεν, ὅτι καὶ ἠλαύνοντο καὶ τῆς πατρίδος ἐξέπιπτον, καὶ τὰς οὐσίας ἀπώλλυον, καὶ μέχρις αὐτοῦ τοῦ αἵματος ἐκινδύνευον· καὶ ἅπας ἐναγώνιος αὐτοῖς ὁ βίος ἦν, καὶ αὐτὰ δὲ ἀκρωτηριασθῆναι τὰ μέλη οὐκ ἂν ὑπὲρ τῶν διδασκάλων παρῃτήσαντο. Τοῖς γοῦν Γαλάταις ἐπιστέλλων ἔλεγε· Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Καὶ τὸν Ἐπαφρᾶν δὲ τὸν ἐν Κολοσσαῖς ἐπὶ τοῖς