1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

2

κατηγορία τοῖς ἀμελοῦσι τοσούτων θη 51.189 σαυρῶν, καὶ τὸν πνευματικὸν ἀπὸ τῶν χειρῶν ῥίπτουσι πλοῦτον. Τίς οὖν ἐστιν ἡ πρόσρησις; Ἀσπάζεσθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Κυρίῳ. Ἆρα οὐ δοκεῖ ψιλή τις εἶναι πρόσρησις, καὶ μηδὲν μέγα, μηδὲ γενναῖον ἡμῖν ἐνδείκνυσθαι; Φέρε οὖν, εἰς αὐτὴν μόνην ἅπασαν τὴν διάλεξιν ἀναλώσωμεν, μᾶλλον δὲ οὐδὲ ἀρκέσομεν σήμερον τὰ ἐγκείμενα ἅπαντα τοῖς ὀλίγοις τούτοις ῥήμασιν ἀνιμήσασθαι σπουδάσαντες ὑμῖν νοήματα, ἀλλὰ ἀνάγκη καὶ εἰς ἑτέραν ὑμῖν ἡμέραν ταμιευθῆναι τὴν τῶν θεωρημάτων περιουσίαν, τῶν τικτομένων ἀπὸ τῆς ὀλίγης ταύτης προσρήσεως. Οὐδὲ γὰρ ἅπασαν αὐτὴν ἐπελθεῖν παρασκευάζομαι, ἀλλὰ μέρος αὐτῆς καὶ ἀρχὴν καὶ προοίμιον μόνον· Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν. βʹ. Πρῶτόν ἐστιν ἐκπλαγῆναι τοῦ Παύλου τὴν ἀρετὴν, ὅτι τὴν οἰκουμένην ἅπασαν ἐγκεχειρισμένος, καὶ γῆν καὶ θάλατταν, καὶ τὰς ὑφ' ἡλίῳ πόλεις ἁπάσας, καὶ βαρβάρους, καὶ Ἕλληνας, καὶ δήμους τοσούτους ἐν ἑαυτῷ περιφέρων, ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς τοσαύτην ἐποιεῖτο φροντίδα· καὶ δεύτερον τοῦτο θαυμάσαι, πῶς ἄγρυπνόν τε καὶ μεμεριμνημένην εἶχε ψυχὴν, οὐχὶ κοινῇ πάντων μόνον, ἀλλὰ καὶ ἰδίᾳ μεμνημένος ἑκάστου τῶν δοκίμων καὶ γενναίων. Νῦν μὲν γὰρ οὐδὲν θαυμαστὸν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας τοῦτο ποιεῖν, τῷ καὶ τοὺς θορύβους κατεστάλθαι ἐκείνους, καὶ μιᾶς πόλεως ἀναδεδέχθαι πρόνοιαν μόνον· τότε δὲ οὐ τὸ τῶν κινδύνων μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τῆς ὁδοῦ διάστημα, καὶ τὸ τῶν φροντίδων πλῆθος καὶ τὰ ἐπάλληλα κύματα, καὶ τὸ μὴ συνεχῶς ἅπασιν ἐπιχωριάζειν ἀεὶ, καὶ πολλὰ ἕτερα πλείονα τούτων, ἱκανὰ τῆς μνήμης ἐκβαλεῖν καὶ τοὺς σφόδρα ἐπιτηδείους. Ἀλλ' οὐκ ἐξέβαλε τούτους. Πῶς οὖν οὐκ ἐξεβλήθησαν; ∆ιὰ τὴν τοῦ Παύλου μεγαλοψυχίαν, καὶ τὴν θερμὴν αὐτοῦ καὶ γνησίαν ἀγάπην. Οὕτω γὰρ αὐτοὺς εἶχεν ἐν διανοίᾳ, ὡς καὶ ἐν ἐπιστολαῖς αὐτῶν μεμνῆσθαι πολλάκις. Ἀλλ' ἴδωμεν τίνες καὶ ὁποῖοι ἦσαν οὗτοι, οἱ τὸν Παῦλον οὕτω χειρωσάμενοι, καὶ πρὸς τὸν οἰκεῖον ἐπισπασάμενοι πόθον. Ἆρα ὕπατοί τινες καὶ στρατηγοὶ ἦσαν, καὶ ὕπαρχοι, ἢ ἄλλην τινὰ περιφάνειαν κεκτημένοι, ἢ πλοῦτον πολὺν περιβεβλημένοι, καὶ τῶν τὴν πόλιν ἀγόντων; Οὐδὲν τούτων ἔστιν εἰπεῖν, ἀλλὰ τοὐναντίον ἅπαν, πτωχοὶ καὶ πένητες, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας ζῶντες. Ἦσαν γὰρ, φησὶ, σκηνοποιοὶ τῇ τέχνῃ· καὶ οὐκ ᾐσχύνετο ὁ Παῦλος, οὐδὲ ὄνειδος εἶναι ἐνόμιζε βασιλικωτάτῃ πόλει καὶ δήμῳ μέγα φρονοῦντι, κελεύων τοὺς χειροτέχνας ἐκείνους ἀσπάζεσθαι, οὐδὲ καθυβρίζειν αὐτοὺς ἡγεῖτο τῇ πρὸς ἐκείνους φιλίᾳ· οὕτως ἦν ἅπαντας πεπαιδευκὼς τότε φιλοσοφεῖν. Καίτοι γε ἡμεῖς πολλάκις συγγενεῖς ἔχοντες πενεστέρους ὀλίγῳ, τῆς πρὸς αὐτοὺς οἰκειότητος ἀλλοτριούμεθα, καὶ ὄνειδος εἶναι νομίζομεν, εἰ φωραθείημέν ποτε ἐκείνοις προσήκοντες· ὁ δὲ Παῦλος οὐχ οὕτως, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τῷ πράγματι, καὶ οὐ τοῖς τότε μόνον, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα πᾶσι δῆλον ἐποίησεν, ὅτι εἰς τοὺς πρώτους αὐτῷ τὴν φιλίαν ἐτέλουν 51.190 ἐκεῖνοι οἱ σκηνοποιοί. Καὶ μή μοι λεγέτω τις, Καὶ τί γὰρ μέγα καὶ θαυμαστὸν, καὶ αὐτὸν, ἀπὸ τῆς αὐτῆς ὄντα τέχνης, μὴ ἐπαισχύνεσθαι τοῖς ὁμοτέχνοις; Τί λέγεις; Τοῦτο γὰρ αὐτὸ μέγιστόν ἐστι καὶ θαυμαστόν. Οὐ γὰρ οὕτως οἱ προγόνων ἔχοντες εἰπεῖν περιφάνειαν ἐπαισχύνονται τοῖς καταδεεστέροις, ὡς οἱ γενόμενοί ποτε ἐπὶ τῆς αὐτῆς εὐτελείας, εἶτα ἀθρόον εἰς λαμπρότητά τινα καὶ περιφάνειαν ἀναβάντες. Ὅτι δὲ Παύλου λαμπρότερον οὐδὲν ἦν, οὐδὲ περιφανέστερον, ἀλλὰ καὶ αὐτῶν τῶν βασιλέων ἐπισημότερος ἦν, παντί που δῆλόν ἐστιν. Ὁ γὰρ δαίμοσιν ἐπιτάττων, καὶ νεκροὺς ἐγείρων, καὶ ἐξ ἐπιτάγματος καὶ πηρῶσαι, καὶ θεραπεῦσαι τοὺς πεπηρωμένους δυνάμενος, οὗ τὰ ἱμάτια καὶ αἱ σκιαὶ ἅπαν νοσημάτων εἶδος ἔλυον, εὔδηλον ὅτι οὐδὲ ἄνθρωπος λοιπὸν εἶναι ἐνομίζετο, ἀλλ' ἄγγελός τις ἐξ οὐρανοῦ καταβάς. Ἀλλ' ὅμως τοσαύτης ἀπολαύων δόξης, καὶ πανταχοῦ