1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

9

τίσι, καὶ πότε, καὶ διὰ τί ταῦτα ἐπέταττεν ὁ Χριστός. Οὐ γὰρ ἁπλῶς αὐτὰ καθ' ἑαυτὰ τὰ λεγόμενα ἐξετάζειν χρὴ, ἀλλὰ καὶ πρόσωπον, καὶ καιρὸν, καὶ αἰτίαν, καὶ πάντα ταῦτα μετὰ ἀκριβείας δεῖ ἐρευνᾶσθαι. Εὑρήσομεν γὰρ ἀκριβῶς σκοποῦντες, ὅτι οὐ πᾶσι ταῦτα ἐπετέτακτο, ἀλλὰ τοῖς ἀποστόλοις μόνοις, καὶ ἐκείνοις δὲ οὐ μέχρι παντὸς, ἀλλὰ μέχρι τινὸς διωρισμένου καιροῦ. 51.198 Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν εἰρημένων· καλέσας γὰρ τοὺς δώδεκα μαθητὰς, εἶπεν αὐτοῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε· δωρεὰν δότε· μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ὅρα ∆ιδασκάλου σοφίαν, πῶς κοῦφον ἐποίησε τὸ ἐπίταγμα. Πρότερον γὰρ εἰπὼν, Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, καὶ τὴν παρ' αὐτοῦ χάριν δαψιλῆ δοὺς αὐτοῖς, τότε ταῦτα ἐπέταξε, τῇ τῶν σημείων περιουσίᾳ ῥᾳδίαν καὶ κούφην ποιῶν τὴν πενίαν ἐκείνην. Οὐκ ἐντεῦθεν δὲ μόνον δῆλον, ὅτι αὐτοῖς μόνοις ταῦτα ἐπετέτακτο, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν. Καὶ γὰρ τὰς παρθένους ἐκείνας διὰ τοῦτο ἐκόλασεν, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσιν αὐτῶν· καὶ ἑτέροις ἐγκαλεῖ, ὅτι πεινῶντα αὐτὸν εἶδον, καὶ οὐκ ἔθρεψαν, διψῶντα, καὶ οὐκ ἐπότισαν. Τὸν τοίνυν οὐκ ἔχοντα χαλκὸν, οὐδὲ ὑποδήματα, ἀλλ' ἓν ἱμάτιον μόνον, πῶς δυνατὸν ἦν ἕτερον διαθρέψαι, πῶς γυμνὸν περιβαλεῖν, πῶς ἄστεγον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν; Χωρὶς δὲ τούτων, καὶ ἑτέρωθεν αὐτὸ τοῦτο δῆλον ἔσται καὶ καταφανές. Προσελθόντος γάρ τινος καὶ εἰπόντος, ∆ιδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ἐπειδὴ τὰ τοῦ νόμου κατέλεξεν ἅπαντα, ὁ δὲ περιεργαζόμενος, ἔλεγε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι μοι ὑστερεῖ; λέγει πρὸς αὐτόν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Καίτοι εἰ νόμος καὶ πρόσταγμα ἦν, τοῦτο πρῶτον ἐξαρχῆς εἰπεῖν ἔδει, καὶ νομοθετῆσαι, καὶ ἐν προστάγματος τάξει θεῖναι, ἀλλὰ μὴ ἐν συμβουλῇ καὶ παραινέσει αὐτὸ εἰσηγήσασθαι. Ὅταν μὲν γὰρ λέγῃ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, ἐπιτάττων λέγει· ὅταν δὲ λέγῃ, Εἰ ἐθέλεις τέλειος εἶναι, συμβουλεύων καὶ παραινῶν λέγει. Οὐκ ἔστι δὲ ταὐτὸν συμβουλεύειν καὶ νομοθετεῖν. Ὁ μὲν γὰρ νομοθετῶν, ἐκ παντὸς τρόπου βούλεται τὸ ἐπιταττόμενον γίνεσθαι· ὁ δὲ συμβουλεύων καὶ παραινῶν καὶ τῇ γνώμῃ τοῦ ἀκούοντος ἐπιτρέπων τὴν αἵρεσιν τῶν λεγομένων, κύριον ποιεῖ τοῦ δέξασθαι καὶ μὴ τὸν ἀκροατήν. ∆ιὰ δὴ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα μὴ νόμον εἶναι νομίσῃς τὸ λεγόμενον, ἀλλὰ πῶς; Εἰ ἐθέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα· ἵνα μάθῃς ὅτι ἐν τῇ γνώμῃ τῶν ἀκουόντων τὸ πρᾶγμα κεῖται. Ὅτι μὲν οὖν τοῖς ἀποστόλοις ταῦτα ἐπετέτακτο μόνοις, δῆλον ἐντεῦθεν· ἀλλ' οὐδέπω τὴν λύσιν εὑρήκαμεν. Εἰ γὰρ καὶ αὐτοῖς τοῦτο νενομοθέτηται μόνοις, τίνος ἕνεκεν ἐπιταγέντες μηδὲ ὑποδήματα ἔχειν, μηδὲ διπλοῦν ἱμάτιον, εὑρίσκονται, ὁ μὲν σανδάλια κεκτημένος, ὁ δὲ καὶ φελόνην ἔχων; Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι οὔτε αὐτοὺς μέχρι παντὸς ἀφῆκεν ὑπὸ ταύτην εἶναι τῶν νόμων τὴν ἀνάγκην, ἀλλ' ἐπὶ τὸν σωτήριον ἰέναι μέλλων θάνατον, ἀπέλυσεν αὐτοὺς τῆς νομοθεσίας ταύτης. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἐπειδὴ γὰρ ἔμελλεν ἐπὶ τὸ πάθος ὁδεύειν, καλέσας αὐτούς φησιν· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πή 51.199 ραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τοὺς μὲν ἀποστόλους διὰ τῶν εἰρημένων ἀπήλλαξας τῶν ἐγκλημάτων· τὸ δὲ ζητούμενόν ἐστιν εἰπεῖν, τίνος ἕνεκεν ἐναντία ὁ Χριστὸς