1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

15

47 Ἐποίησεν οὖν ὁ θεὸς τὰ πάντα καλὰ λίαν ἕκαστον κατὰ τὴν ἰδίαν φύσιν, καθὼς ἠθέλησεν· οὐ γὰρ ὑπόκειται νόμῳ, ἀλλ', ὅπερ θέλει, τοῦτό ἐστιν ἀγαθόν, οὐχ ὅπερ ἡμεῖς κρίνομεν. Οὐ γάρ ἐσμεν ἡμεῖς κριταὶ τοῦ θεοῦ, ἀλλ', ὥσπερ ἐκ τοῦ ἡλίου ἤτοι τοῦ πυρὸς πᾶν φῶς φωτίζεται, οὕτως ἐκ τοῦ θελήματος τοῦ θεοῦ πᾶν ἀγαθὸν ὁρίζεται. Εἰ γὰρ λέγεις, ὅτι καλῶς ἐποίησεν ὁ θεὸς ἐν τούτῳ καὶ κακῶς ἐν τούτῳ καί, διὰ τί ἐποίησε τοῦτο καὶ διὰ τί οὐκ ἐποίησε τοῦτο, σὺ κριτὴς εἶ τοῦ θεοῦ καὶ μείζων αὐτοῦ καὶ σοφώτερος. Ἐξουσίαν οὖν ἔχει ὡς θεὸς ποιῆσαι, ὅπερ θέλει, καὶ τοῦτό ἐστιν ἀγαθόν, καὶ ἐξουσίαν ἔχει, ὧν ποιεῖ, ἃς θέλει, αἰτίας ἀποκαλύψαι ἡμῖν καί, ἃς θέλει, ἀποκρύψαι. Ἕκαστον δὲ τῶν γενομένων λογικῶν ἀγαθῶν ἑκουσίως ἢ ἐνέμεινεν τῷ ἀγαθῷ, ὡς ἐκτίσθη, ἢ ἑκουσίως ἐτράπη καὶ ἀπεφοίτησε τοῦ ἀγαθοῦ καὶ ἀπώλεσεν αὐτό. Ἀγαθὸν μὲν γάρ ἐστι τάξις ἀρίστη ἑκάστῳ τὸ κατὰ φύσιν οἰκεῖον διασῴζουσα-ταυτὸν δέ ἐστι καὶ ἀρετή-, κακία δὲ ἡ τῆς τάξεως λύσις εἴτουν ἀταξία. Τὰ ὄντα πάντα, καθόσον ἔστι, καὶ ἀγαθά ἐστι καὶ ἐκ τοῦ ἀγαθοῦ, καθόσον δὲ ἐστέρηται τοῦ ἀγαθοῦ, οὔτε ἀγαθὰ οὔτε ὄντα ἐστί. Τὰ μὲν γὰρ ἄζωα, καθόσον οὐκ ἔσχεν ἐκ τοῦ ἀγαθοῦ ζωήν, ἄζωά ἐστιν ὡς ἐστερημένα ζωῆς, ὁμοίως καὶ τὰ ἀναίσθητα καὶ τὰ ἄλογα, καθόσον ἔσχεν, ἀγαθά ἐστιν. 48 Οἶδεν ὁ θεὸς τὸ κακὸν ὡς ἀγαθόν, ὥσπερ τὴν πορνείαν οἶδεν ὡς ἔφεσιν καὶ φιλίαν καὶ ἕνωσιν. Καὶ παρ' αὐτῷ καὶ αἱ αἰτίαι τῶν κακῶν δυνάμεις ἀγαθοποιοί· πολλάκις ἐκ πορνείας γεγένηνται σκεύη ἐκλογῆς. 49 Εἰ κακὸν ἡ κακία, καλὸν ἡ κόλασις τοῦτο ἐξορίζουσα. Κακὸν γὰρ ἡ πορνεία, οὐχ ὁ σωφρονισμός· οὐ γὰρ ἡ κόλασις κακή, ἀλλὰ τὸ ἄξιον ἑαυτὸν ποιῆσαι κολάσεως. 50 Εἰ τὸ κακὸν ἀίδιον καὶ δημιουργεῖ καὶ δύναται καὶ ἔστι καὶ δρᾷ, πόθεν αὐτῷ ταῦτα; Ἢ ἐκ τοῦ ἀγαθοῦ ἢ τῷ ἀγαθῷ ἐκ τοῦ κακοῦ ἢ ἀμφοῖν ἐξ ἄλλης αἰτίας, ὅτι καὶ τὸ κακὸν ἐν τῷ ἀγαθῷ παρυφίσταται καὶ ὅτι ἀγαθύνει καὶ τὰ κακὰ καὶ τὴν ἑαυτοῦ στέρησιν. Ἡ γὰρ φιλία ἀγαθὴ οὖσα ἀγαθὸν ποιεῖ φανῆναι τὴν πορνείαν, ὅτι ἐν τῷ ἀγαθῷ φιλονεικεῖ πως καὶ τὸ μὴ ὂν εἶναι. Μὴ εἶναι γὰρ λέγεται ὁ θεὸς κατὰ τὴν πάντων ὑπεροχικὴν ἀφαίρεσιν. 51 Ὅτι δὲ ἡ φύσις αὐτὴ τὴν ἀρχὴν μίαν προβάλλεται, δηλοῖ αὐτὸς ὁ ἀριθμὸς οὐκ ἀπὸ δύο ἀρχόμενος, ἀλλ' ἀπὸ μιᾶς. Εἰ οὖν ἀρχὴ ἀριθμοῦ μονάς, καὶ ἀρχὴ τῶν ὄντων μία. 52 Εἰ μὴ πάντη ἀκοινώνητον τῷ ἀγαθῷ τὸ κακόν, τὸ δὲ ἀγαθὸν ὄν, τὸ κακὸν οὐκ ὄν· δύο γὰρ ὄντα κατὰ τὸ εἶναι κοινωνοῦσιν. Εἰ οὐσία τὸ ἀγαθόν, ἀνούσιον τὸ κακόν· δύο γὰρ οὐσίαι κατὰ τὸ εἶναι οὐσίας κοινωνοῦσιν. 53 Εἰ ἀκίνητον ἐξ ἀρχῆς τὸ κακόν, καλὸν ἡ κίνησις καὶ ἡ ἀκινησία κακόν. Πόθεν οὖν ἔσχε τὸ κακὸν τὴν κίνησιν; Ἡ ζωὴ ἀγαθὸν καὶ κίνησις καὶ ἦν ἀεὶ καὶ ἔστιν ἐν τῷ ἀγαθῷ, καὶ ζῶν ἐστι καὶ ἦν ὁ ἀγαθός. Ὁ θάνατος, ὥς φατε, κακὸν καὶ ἀκινησία καὶ φθορὰ καὶ νέκρωσις καὶ οὐδὲν ἧττον ἀνυπαρξία. Θάνατος δὲ ἦν ἡ κακία, ὡς ὑμεῖς λέγετε. Ὥσπερ οὖν ζωὴ καὶ ζῶν ὁ ἀγαθός, θάνατος καὶ νέκρωσις καὶ νενεκρωμένον τὸ κακόν. Πόθεν οὖν ἀνέζησε καὶ ἐκινήθη; Εἰ μὲν ἐξ ἑαυτοῦ, ἐκ τοῦ κακοῦ ζωή, ὅπερ ἀμήχανον· ἡ φθορὰ γὰρ οὐ ζωοποιεῖ. Εἰ δὲ ἐκ τοῦ ἀγαθοῦ, οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τῷ κακῷ ζωῆς καὶ κινήσεως γεγονὸς αἴτιον. Καὶ διὰ τί προειδὼς τὰ ἐξ αὐτοῦ ἐσόμενα κακὰ ἐζωοποίησεν αὐτόν; 54 Τὸ κακόν, καθό ἐστι κακόν, τῷ ἀγαθῷ καὶ ἀκοινώνητον καὶ ἐναντίον καὶ ἐχθρόν, ἡ δὲ ἐπιθυμία τοῦ ἀγαθοῦ ἀγαθόν. Πῶς οὖν τὸ ἄκρως κακὸν ἐπεθύμησε τοῦ ἀγαθοῦ; 55 Ἡ κακία ἀκίνητος καὶ φθορὰ μᾶλλον καὶ οὐ γένεσις. Πῶς οὖν προεβάλετο τὰ ἑαυτῆς προβλήματα ἡ κακία ἄζωος καὶ ἀναίσθητος; Πῶς οὖν αἰσθάνεται τοῦ ἀγαθοῦ καὶ