15
μὲν γὰρ πρῶτα περὶ τοῦ ∆ιὸς λέγει, τὰ δὲ ὕστερα περὶ τῆς ∆ήμητρος. καὶ ὁ νοῦς μὲν τῶν περὶ τοῦ ∆ιὸς ἐπῶν οὗτός ἐστιν ὅτι, Ὦ Ζεῦ ἔνδοξε καὶ μέγιστε τῶν πάντων θεῶν, περιεχόμενε τῇ κόπρῳ πάσῃ, ὅση τε προβάτων, ὅση τε ἵππων καὶ ἡμιόνων. μηλείη δὲ κόπρος ἐστὶν ἡ τῶν προβάτων· μῆλα γὰρ τὰ πρόβατα. διὰ δὲ τοῦδε τοῦ ἔπους δῆθεν ὁ Ὀρφεὺς ἐσήμανεν ὅτι ὁ Ζεὺς ἄχρι τῆς κτηνώδους ὕλης ἐκπέμπει τὰς ἑαυτοῦ ζωογόνους δυνάμεις. τοῦ δὲ περὶ τῆς ∆ήμητρος ἔπους ὁ νοῦς ἐστιν οὗτος, ὅτι, Ἐπερχομένη ἡ θεὰ τοὺς ἑαυτῆς μηροὺς ἀνεσύρατο (λέγει δὲ περὶ τῶν ἱματίων), ἵνα, φησί, τοὺς ἐρῶντας αὐτῆς ἀξιώσῃ τῆς συνουσίας. διὰ δὲ τούτων ὁ Ὀρφεὺς αἰνίττεται ὅτι ἡ θεία δύναμις τοῖς ἐπιθυμοῦσιν αὐτῆς ἕτοιμος γίνεται τοῦ ἐπιδοῦναι ἑαυτὴν καὶ μυῆσαι αὐτούς. ὁ οὖν θεῖος Γρηγόριος, ὡς καὶ τούτου ὄντος αἰσχροῦ καὶ τοῦ περὶ τὸν ∆ία ἀκαθάρτου, διασύρει καὶ γελᾷ αὐτούς. 4.78 Ἑβδομηκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ λέγουσα, Ἐπὶ πᾶσιν ὁ Φάνης τε καὶ ὁ Ἠρικαπαῖος. ἔστι δὲ αὕτη. Ἐν τοῖς Ὀρφικοῖς ποιήμασιν εἰσηνέχθη τὰ δύο ταῦτα ὀνόματα μετὰ καὶ ἄλλων πολλῶν, ὧν τὸν μὲν Φάνητα εἰσφέρει αἰδοῖον ἔχοντα ὀπίσω περὶ τὴν πυγήν. λέγουσι δὲ αὐτὸν ἔφορον εἶναι τῆς ζωογόνου δυνάμεως. ὁμοίως δὲ καὶ τὸν Ἠρικαπαῖον λέγουσιν ἑτέρας ἔφορον εἶναι δυνάμεως. Περὶ δὲ τοῦ Ὁ πάντας καταπίνων θεούς οὐ λέγει περὶ τοῦ Ἠρικαπαίου ἀλλὰ περὶ τοῦ Κρόνου. λέγεται γὰρ οὗτος οὓς ἔτεκεν υἱοὺς πάλιν καταπιεῖν, καὶ ἐμέσαι οὓς ἤδη κατέπιεν. λέγεται γὰρ λίθον καταπιεῖν ἀντὶ τοῦ ∆ιὸς καὶ τοῦ λίθου κατελθόντος ἐμέσαι πάντας. 4.79 Ἑβδομηκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ λέγουσα περὶ Ὁμήρου. Καὶ ἡ περὶ τούτου πολυθρύλητός ἐστιν ἱστορία. ἐν γὰρ τοῖς ποιήμασιν αὐτοῦ ἄνω καὶ κάτω Κρόνον τε καὶ ∆ία μυθολογεῖ, Ἥραν τε καὶ Ἀφροδίτην, Ἀθηνᾶν δὲ ἐπὶ πᾶσι τούτοις, καὶἁπλῶς ὅσους ἐκ τῆς ποιήσεως ἴσμεν. Κωμῳδοποιὸν δὲ τὸν Ὅμηρον ἐκάλεσεν ὡς ἔνια ἀποσκώμματα εἰς θεοὺς εἰρημένα παρ' αὐτοῦ, ὅτι ἡ Ἥρα φορέσασα λαμπρῶς καὶ κεκαλλωπισμένη ἀπῆλθε παρὰ τῷ ∆ιί, καὶ ἠπάτησεν αὐτόν, καὶ συγκαθεύδησεν αὐτῷ, καὶ εἴ τι τούτου γελοιοδέστερον; Τραγῳδοποιὸν δέ, ὅτι ἔνια πένθιμα περὶ τῶν θεῶν μυθολογήσας οἷον ὅτι τὸν Ἥφαιστον κατεκρήμνισεν ἐν Λήμνῳ, καὶ ὅτι ἐτρώθη ἡ Ἀφροδίτη ὑπὸ τοῦ ∆ιομήδους. ταῦτα δὲ δῆθεν δακρύων ἄξια. τῇ μὲν γὰρ τραγῳδίᾳ ἕπεται τὰ δάκρυα, τῇ δὲ κωμῳδίᾳ, ὁ γέλως. 4.80 Ὀγδοηκοστή ἐστιν ἱστορία ἡ περὶ τοῦ Ὠκεανοῦ καὶ τῆς Τηθύος. Καὶ τοῦτον δὲ τὸν μῦθον εἰσφέρουσιν οἱ ποιηταί, ὅτι ὁ Ὠκεανὸς πατήρ ἐστι πάντων τῶν θεῶν, ἡ δὲ Τηθὺς μήτηρ (ἀνδρόγυνον δὲ ὁ Ὠκεανὸς καὶ ἡ Τηθύς), καὶ ὅτι πάλαι διέστησαν ἀπ' ἀλλήλων, διὰ δὲ δυσωπήσεως τῆς Ἥρας γίνεται πάλιν συνάφεια αὐτῶν καὶ φιλία. ὁ δὲ μῦθος, φησίν, αἰνίττεται ὅτι ὁ Ὠκεανὸς μέν ἐστιν ἡ ὑγρὰ φύσις, ἡ δὲ Τηθὺς ἡ ξηρά, τουτέστιν ἡ γῆ· καὶ ὅτι πάλαι τῆς ὑγρᾶς φύσεως μὴ συγγινομένης τῇ γῆ, οὐδὲν ἐζωογονεῖτο, καὶ ἀπώλλυτο πάντα. εἶτα ἡ Ἥρα, ὡς ἔφορος οὖσα τῆς συζεύξεως, καταλλάττει τὰ δύο στοιχεῖα, καὶ γίνεται λοιπὸν ζωογονία. 4.81 Ὀγδοηκοστὴ πρώτη ἐστὶν ἱστορία τοῦ Νεφεληγερέτου ∆ιὸς πρὸς τὴν Ἥραν. Ὁ Ζεὺς μᾶλλον ἐχαρίζετο τοῖς Τρωσί, καὶ ἐποίει ἡττᾶσθαι τοὺς Ἕλληνας διὰ τὴν ἱκετείαν τῆς Θέτιδος ἕνεκεν τοῦ Ἀχιλλέως, ἵνα ζητήσωσιν τὸν Ἀχιλλέα οἱ Ἕλληνες ἡττώμενοι. ἡ δὲ Ἥρα ἐφρόντιζε τῶν Ἑλλήνων· φροντίζουσα δέ, βουλεύεται ἀπατῆσαι τὸν ∆ία πρὸς μίξιν καὶ ὕπνον, ἐκβακχεύουσα αὐτόν, ἵνα, καθεύδοντος τοῦ ∆ιός, ἀβοήθητοι οἱ Τρῶες γενόμενοι, ἡττηθῶσιν ὑπὸ τῶν Ἑλλήνων. ταῦτα βουλευσαμένη λαμβάνει τὰ καλλωπίσματα πάντα ἐκ τοῦ κεστοῦ τῆς Ἀφροδίτης. ὁ δὲ κεστὸς μυθεύεται εἶναι καμψίον τι, ἐν ᾧ πάντα τὰ πρὸς κάλλος καὶ εὐμορφίαν καὶ χάριτας ἐναπόκεινται. εἶτα κοσμησαμένη ἄνεισι παρὰ τὸν ∆ία, καὶ κινεῖ αὐτὸν πρὸς ἡδονὴν καὶ λαγνείαν. καὶ ἡ γῆ δέ, φησίν, ἐβλάστησε βοτάνας, οἷον κρόκον, λωτὸν καὶ ὑάκινθον. 4.82 Ὀγδοηκοστὴ δευτέρα ἐστὶν ἱστορία πῶς ἡ Ἥρα τῷ αἰθέρι καὶ νεφέλαις κρεμαμένη καὶ σιδήροις ἄκμοσι καθελκομένη καὶ χρυσαῖς δεδεμένη πέδαις. ἔστι δὲ αὕτη ἡ ἱστορία. Ἡ Ἥρα, ὡς πολλάκις ἴσμεν, ἐζηλοτύπει τὸν