1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

16

ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμικρύνον. Καὶ γὰρ καὶ ἀμυ δραῖς ἐμφερείαις καὶ πλεῖστον τῶν ἀρχετύπων ἀποδεού σαις τὸ ὅμοιον πολλάκις ἐπιλέγειν εἰώθαμεν. Ἐπεὶ οὖν ἧττον οἴομαι κακουργεῖσθαι τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι. Ἀλλὰ τί οὐκ ἐπιφοιτᾷς ἡμῖν, ὦ ἄριστε, ὥστε παρόντας ἡμᾶς ἀλλήλοις περὶ τούτων διαλεχθῆναι καὶ μὴ γράμμασιν ἀψύχοις καταπιστεύειν τὰ τηλικαῦτα, ἄλλως τε μηδὲ πάνυ δημοσιεύειν τὰ ἑαυτῶν ἐγνωκότας; Ὅπως οὖν μὴ τὸ τοῦ ∆ιογένους πρὸς τὸν Ἀλέξανδρον καὶ αὐτὸς ἡμῖν εἴπῃς, ὅτι ἴσον ἐστὶ παρ' ὑμῶν τὸ δεῦρο καὶ πρὸς ὑμᾶς ἐνθένδε. Ἡμεῖς μὲν γὰρ ὑπὸ τῆς ἀρρωστίας, μικροῦ δεῖν, ὥσπερ τὰ φυτὰ ἐπὶ τῆς αὐτῆς χώρας ἀεὶ κατεχό μεθα, καὶ ἅμα τὸ λαθεῖν βιώσαντες ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν ἄγομεν. Σὺ δὲ ἔρρωσαί τε, ὥς φασι, καὶ ἅμα πολίτην σεαυτὸν τῆς οἰκουμένης ποιήσας δίκαιος ἂν εἴης καὶ δεῦρο φοιτᾶν, ὡς εἰς μέρος τῆς σεαυτοῦ. Εἰ γὰρ καὶ τοῖς πρακτικοῖς ὑμῖν πρέπουσι δῆμοι καὶ πόλεις, αἷς τὰς κατ' ἀρετὴν πράξεις ἐνεπιδείκνυσθε, ἀλλά γε πρὸς θεωρίαν καὶ τὴν κατὰ νοῦν ἐνέργειαν, δι' ἧς συναπτόμεθα τῷ Θεῷ, ἀγαθὴ συνεργὸς ἡ ἡσυχία· ἣν πολλὴν ἐπὶ τῆς ἐσχα τιᾶς καὶ ἄφθονον γεωργοῦμεν σὺν αὐτῷ γε εἰπεῖν τῷ παρασχομένῳ ἡμῖν Θεῷ. Εἰ δὲ πάντως δεῖ περιέπειν τὰς δυναστείας καὶ περιφρονεῖν τοὺς χαμαὶ κειμένους ἡμᾶς, σὺ δὲ ἄλλα γράφε καὶ ταύτῃ ποίει ἡδίους.

10.τ ΠΡΟΣ ΕΛΕΥΘΕΡΑΝ

10.1 Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη. Ὅταν μιᾶς ἐγκρατεῖς

γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται, τότε μύρῳ τὰς πτέρυγας αὐτῆς χρίσαντες ἐῶσι συναγε λασθῆναι ταῖς ἔξωθεν. Ἡ δὲ τοῦ μύρου ἐκείνου εὐωδία τὴν αὐτόνομον ἐκείνην ἀγέλην κτῆμα ποιεῖται τῷ κεκτη μένῳ τὴν τιθασόν. Πρὸς γὰρ τὰς εὐπνοούσας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε καὶ εἰσοικίζονται. Τί δὲ βουλόμε νος ἐντεῦθεν ἄρχομαι τοῦ γράμματος; Ὅτι λαβὼν τὸν υἱὸν ∆ιονύσιον, τόν ποτε ∆ιομήδην, καὶ τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτὴν συνανα πτῆναι αὐτῷ καὶ καταλαβεῖν τὴν καλιὰν ἣν παρ' ἡμῖν ἐπήξατο ὁ προειρημένος. Ἐὰν οὖν ταῦτα ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν σεμνοπρέπειαν πρὸς τὸν ὑψηλὸν βίον μεταθεμένην, πολλῶν προσώπων ἀξίων τοῦ Θεοῦ δεηθήσομαι τὴν κεχρεωστημένην τιμὴν ἀποπληρῶσαι αὐτῷ.

11.τ ΑΝΕΠΙΓΡΑΦΟΣ, ΕΠΙ ΦΙΛΩ

11.1 Τῇ τοῦ Θεοῦ χάριτι τὴν ἁγίαν ἡμέραν συνδιαγαγόντες τοῖς τέκνοις

ἡμῶν, καὶ ὄντως τελείαν ἑορτὴν ἑορτάσαντες τῷ Κυρίῳ διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν περὶ τὸν Θεὸν ἀγάπην, προεπέμψαμεν μεθ' ὑγείας πρὸς τὴν σὴν εὐγέ νειαν, εὐχόμενοι τῷ φιλανθρώπῳ Θεῷ καὶ αὐτοῖς δοθῆναι εἰρηνικὸν ἄγγελον βοηθὸν καὶ σύμπορον, καὶ σὲ παρ' αὐτῶν καταληφθῆναι ἐν ὑγείᾳ καὶ πάσῃ εἰρηνικῇ καταστά σει, ἵνα ὅπουπερ ἂν ἦτε, δουλεύοντες τῷ Κυρίῳ καὶ εὐχα ριστοῦντες αὐτῷ, εὐφραίνητε ἡμᾶς ἕως ἐσμὲν ἐν τῷ κόσμῳ ἀκούοντας τὰ παρ' ὑμῶν. Ἐὰν δὲ παράσχῃ ὁ Ἅγιος θᾶττόν σε τῶν φροντίδων τούτων ἀπαλλαγῆναι, παρακα λοῦμέν σε μηδὲν προτιμῆσαι τῆς παρ' ἡμῖν διαγωγῆς. Οἶμαι γὰρ μὴ εὑρεῖν σε τοὺς οὕτως ἀγαπῶντας καὶ ἀντι ποιουμένους τῆς παρ' ὑμῖν φιλίας. Ἕως οὖν ἂν οἰκο νομῇ ὁ Ἅγιος τὸν χωρισμὸν τοῦτον, διὰ πάσης προφά σεως παραμυθεῖσθαι ἡμᾶς γράμμασι καταξίου.

12.τ ΟΛΥΜΠΙΩ