1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

δίδραγμον εἴκοσι ὀβολοί». Ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγγίας τὸ δίδραγμον ἤδη ἐδείξαμεν. Χαλκοῖ. Τούτους οἱ Αἰγύπτιοι ἐφεύραντο. Ἀργύρια δέ ἐστι τετυπωμένα, διὸ παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια χάλκινα καλεῖται. Ἔστι δὲ ὁ χαλκοῦς τῷ σταθμῷ ὄγδοον οὐγγίας, ὡς ἡ δραγμή. Μνᾶς, ἥτις τῇ ἑβραΐδι μνήμη καλεῖται. Ἡ δὲ Ἰταλικὴ μνᾶς τεσσαράκοντα στατήρων ἐστίν, ὅπερ ἐστὶν οὐγγιῶν κʹ, λίτρας μιᾶς καὶ διμοίρου. Ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ καιροὺς γεγόνασι. Τὸ δὲ νουμίον τετύπωται ἀπὸ Νουμᾶ τινὸς βασιλεύσαντος τῶν Ῥωμαίων. ∆ίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ ἀργύρου. Τὸ δὲ ἄργυρον τοῦτό ἐστιν, ὃ οἱ Ῥωμαῖοι μιλιαρίσιον καλοῦσιν, ὃ ἑρμηνεύεται στρατιωτικὸν δόμα. Τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀργύριον ἦν· ὅπερ ὕστερον κίβδηλον ἐκλήθη ἐξ αἰτίας τοῦ ἀναιρεθῆναι τὸν κατὰ καιρὸν βασιλέα καὶ ἐκβληθῆναι τὸν αὐτοῦ χαρακτῆρα ἐκ τοῦ διχρύσου, ὃς ἦν αὐτῷ ἐμφερόμενος. Ἔκτοτε γὰρ ἔνθα ἂν εὑρέθη τὴν τοῦ ἀναιρεθέντος βασιλέως φέρων εἰκόνα, κίβδηλος ὠνομάζετο, ἤγουν ἀδόκιμος. Φόλης, ὃ καὶ βαλάντιον καλεῖται. ∆ιπλοῦν δέ ἐστιν ὑπὸ δύο ἀργύρων συγκείμενον, οἳ γίνονται σηʹ δηνάρια. Καὶ φόλης δύο λεπτὰ κατὰ τὸν δηναρισμόν, ἀλλ' οὐ κατὰ τὸν ἀργυρισμόν. Μάρης μέτρον ἐστὶ παρὰ Ποντικοῖς δύο ὑδριῶν. Ἡ δὲ ὑδρία αὐτοῖς δέκα ξεστῶν ἐστιν, ὥστε εἶναι τὸν κύπρον εἴκοσι ξεστῶν Ἀλεξανδρινῶν. Κύπρος παρὰ τοῖς αὐτοῖς Ποντικοῖς μέτρον ἐστὶ ξηρῶν γεννημάτων, μόδιοι δύο, ὃ λέγεται εἶναι παρ' αὐτοῖς χοινίκων πέντε. Ὁ δὲ χοῖνιξ παρ' αὐτοῖς ξεστῶν ἐστι πέντε, ὥστε εἶναι τὸν κύπρον ξεστῶν κʹ. Ὁ γὰρ μέγας παρ' αὐτοῖς μόδιος ξεστῶν κδʹ. Κόλλαθον ἐστὶ παρὰ τοῖς Σύροις τὸ ἥμισυ τοῦ ὑγροῦ σάτου. Ἐστὶ δὲ ξεστῶν κεʹ. Κογγιάριον δὲ μέτρον ἐστὶν ὑγροῦ, καὶ αὐτὸ παρ' Ἑβραίοις ἐκφωνούμενον· τοῦτο τὸ μέτρον ἐστὶν ἐν χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων δηλούμενον, ὡς ἕκαστος τῶν τότε βασιλέων κατὰ φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο, ὃ ἑρμηνεύεται συνημμένον ἢ συνεστραμμένον.