Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
προτέρων τὰ δεύτερα. τοιοῦτόν τί φησι καὶ ὁ εὐαγ γελιστὴς περὶ τῶν μαθητῶν τοῦ κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν, τότε ἔγνωσαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς. κἀνταῦθα τοίνυν ὁ μακάριος Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν Χριστῷ τὴν γνῶσιν παρει ληφώς, καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκτο τῷ θεῷ, καὶ ὅτι ἐξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου, διδάσκει τὰ τοῖς πρόσθεν ἀπόρρητα· λέγει γὰρ ὅτι αὐτῆς τῆς κτίσεως ἡ τοιαυτότροπος διασκευὴ προκηρύττει τὸ νῦν πεφηνὸς εὐαγγέλιον, καὶ δήλη καὶ σαφής ἐστι τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ περιμένουσα, ἐπεὶ μηδὲ ματαίως ὄντως ἔκτισε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. {Rom 8,} Ματαιότητα λέγει τὸν ῥευστὸν τοῦτον καὶ φθαρτὸν βίον ἡμῶν, ἐπεὶ τίνος χάριν, φησίν, οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν ἅπασα συνετείνετο, μὴ ἐπ' ἐλπίσι καὶ προσδοκίαις τοιαύταις, ποιεῖν αὐτῇ θεοῦ τοῦ τοῦτο νομοθετήσαντος; τὸ δὲ οὐχ ἑκοῦσα προσωποποιήσας ἔφη. πολὺ δὲ τοῦτο παρὰ τῇ θεοπνεύστῳ γραφῇ τὸ ἰδίωμα, λέγω τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις περιτιθέναι, ὥσπερ ἀμέλει καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· ἀπέστειλεν γάρ, φησίν, Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσίαν βασιλέα Ἰούδα λέγων· Ὁ ἄκαὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. ἀλλὰ καὶ ἐν τοῖς Κριταῖς Ἰωθὰμ ὁ Γεδεῶνος τοῦ καὶ Ἰεροβοὰμ υἱὸς εἶπεν, φησί, πρὸς ἄνδρας Σικίμων· ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ' ἑαυτὰ βασιλέα, καὶ εἶπον τῇ ἐλαίᾳ· βασίλευσον ἐφ' ἡμᾶς. καὶ ὅλως ἀνάπλεως, ὡς ἔφην, τῶν τοιούτων ἡ θεία γραφή. τὸ οὖν οὐχ ἑκοῦσα κατὰ τοῦτο καὶ ὁ 381 ἀπόστολος ἔφησε τὸ ἰδίωμα. ἢ καὶ διὰ τοὺς ἀγγέλους τυχόν, ἵνα ἀπὸ τοῦ κρείττονος μέρους ὡς περὶ τῆς πάσης αὐτῆς ᾖ τὸ λεγόμενον. {Rom 8,21} Ἀνέχεται μέντοι γε νῦν, φησίν, ὡς καὶ αὐτὴ τῆς ἡμετέρας ἐλευθερίας συναπολαύουσα· παύσεται γὰρ τηνικαῦτα λοιπὸν δουλεύουσα τῇ φθορᾷ, τοῦτ' ἔστιν οὔτε ἡμῖν ἔτι φθαρτοῖς οὖσιν ἐξυπηρετήσεται, καὶ τῆς οἰκείας ἀπαλλαγήσεται· ἴσμεν γὰρ ὅσην νῦν ἡ τῶν στοιχείων κτίσις ἀλλοίωσιν ὑφίσταται καὶ φθοράν, καὶ μὴν καὶ τοὺς ἀγγέλους ὅτι μήπω φύσει τὸ ἄτρεπτον ἔχουσιν, ἐπιστάμεθα· οὐκ ἀπὸ τῶν ἐκπεπτωκότων μόνον καὶ διὰ τοῦτο πεσόντων ἐξ οὐρανοῦ, ἀλλὰ καὶ ἀφ' ὧν Παῦλος ἔφη περὶ αὐτῶν ὡς ἐνδεχομένων τὸ ἁμαρτεῖν· κἂν γὰρ ἡμεῖς, φησί, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγε λισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. {Rom 8,22} Γνώριμος, φησίν, ἅπασίν ἐστιν ἡ φύσις τῆς κτίσεως συνταλαιπωρου μένη τέως ἡμῖν, καὶ οἱονεὶ κατεπείγουσα καὶ προευτρεπιζομένη πρὸς τὴν κοινὴν ἀναγέννησιν. {Rom 8,23-24} Τί περὶ τῆς κτίσεως ταῦτα λέγω; φησίν. ἀλλ' ἡμεῖς αὐτοί, τὸ κεφάλαιον τῆς δημιουργίας καὶ δι' οὓς καὶ μεθ' ὧν τὰ πάντα ἀνακαινί ζεται, δεδεγμένοι τὴν τοῦ πνεύματος ἀπαρχήν, τοσοῦτον τῶν μελλόντων εἰλήφαμεν πόθον ὥστε ἀσχάλλομεν πρὸς τὴν μέλλησιν καὶ ῥᾳδίως οὐχ ὑποφέρομεν τὴν ἀναβολήν, ἀλλὰ κομίσασθαι τὸ πᾶν ἤδη γλιχόμεθα. καὶ τὴν υἱοθεσίαν δηλῶν, τὴν ἀπολύτρωσιν, φησί, τοῦ σώματος ἡμῶν ἐπιθυμοῦμεν, τοῦτ' ἔστιν ἀπολυθῆναι τὸ ἡμέτερον σῶμα φθορᾶς καὶ ἁμαρτίας καὶ θανάτου ποτέ. καὶ ἐπειδήπερ ἐν τοῖς ἀνωτέροις μὲν ὡς ἤδη τῆς θνητότητος ἀπολυθεὶς τὴν εὐχαριστίαν ἀνέκραγεν, ἐνταῦθα πάλιν ὡς οὔπω τούτου τετυχηκὼς ἀλλ' ἔτι τυχεῖν ἐφιέμενος προστίθησι· τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐν ἐλπίσιν ἔτι, φησί, τὰ τῆς σωτηρίας ἡμῶν. {Rom 8,26} Ἡ μὲν φύσις ἡμῶν ἐστι, φησίν, ἀσθενής, καὶ τὸ καθ' αὑτὴν ἀρνουμένη τὸ αὖθις ἀναβιώσεσθαι, τὰ δὲ ἐπηγγελμένα μεγάλα τε καὶ 382 θεῖα, καὶ οἷα μηδὲ τῷ νῷ χωρηθῆναι δυνάμενα, μηδὲ ὅλως ἐπ' ἀνθρώπου καρδίαν ἀνέβη ποτέ, ἀλλ' ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων ἀπὸ τοῦ πνεύματος οὐ μικρὰν ἐπικουρίαν ἔχομεν· ταῦτα γὰρ καὶ αἰτήσεως κρείττονα καὶ περὶ ὧν οὐκ ἴσμεν οὐδὲ ὅπως εὔξασθαι χρή,