16
αὐτοῦ, πρὸ τοῦ προσκό ψαι τοὺς πόδας ἡμῶν ἐπ' ὄρη σκοτεινὰ καὶ πολέμια. Ἕως ἡμέρα ἐστὶν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περι πατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, ἃ νυκτός ἐστι κλέμματα. 36.413
ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν· μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπω μεν. Φωτισθῶμεν τὸν ὀφθαλμὸν, ἵν' ὀρθὰ βλέπω μεν, καὶ μηδὲν εἴδωλον πορνικὸν ἐν ἡμῖν αὐτοῖς φέ ρωμεν ἐκ φιλοπόνου θέας καὶ περιέργου. Κἂν γὰρ τῷ πάθει μὴ προσκυνήσωμεν, ἀλλὰ τὴν ψυχὴν ἐμολύνθημεν. Εἴ τις δοκὸς ἐν ἡμῖν, εἰ τι κάρφος, ἀνακαθαίρωμεν· ἵνα καὶ τὰ τῶν ἄλλων ὁρᾷν δυνώ μεθα. Φωτισθῶμεν ἀκοὴν, φωτισθῶμεν γλῶσσαν· ἵνα ἀκούσωμεν, τί λαλήσει Κύριος ὁ Θεὸς, καὶ ἀκουστὸν ἡμῖν γένηται τὸ πρωινὸν ἔλεος, καὶ ἀκουτισθῶμεν ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀκοαῖς θείαις ἐνηχουμέ νην· ἵνα μὴ ὦμεν μάχαιρα ὀξεῖα, μηδὲ ξυρὸν ἠκονη μένον, μηδὲ ὑπὸ τὴν γλῶσσαν στρέφωμεν κόπον καὶ πόνον, ἀλλὰ λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, τὰς πυρίνας γλώσσας αἰδούμενοι. Ἰαθῶμεν ὄσφρησιν, ἵνα μὴ θηλυνώμεθα, μηδὲ ἀντὶ ὀσμῆς ἡδείας κονιορτώμεθα· ἀλλ' ὀσφραινώ μεθα, τοῦ ἐκκενωθέντος δι' ἡμᾶς μύρου πνευ ματικῶς ἀντιλαμβανόμενοι, καὶ τοσοῦτον ἐξ αὐτοῦ ποιούμενοι καὶ μεταποιούμενοι, ὥστε καὶ αὐτῶν ἡμῶν ὀσφραίνεσθαι ὀσμὴν εὐωδίας. Καθαρθῶμεν ἁφὴν, γεῦσιν, λάρυγγα, μὴ μαλακῶς ἐπαφώμενοι, καὶ λειότησι χαίροντες, ἀλλὰ τὸν σαρκωθέντα δι' ἡμᾶς Λόγον ψηλαφῶντες, ὡς ἄξιον, καὶ Θωμᾶν κατὰ τοῦτο μιμούμενοι· μὴ χυμοῖς καὶ ὄψοις γαργαλιζόμενοι, τοῖς ἀδελφοῖς τῶν πικροτέρων γαργα λισμῶν, ἀλλὰ γευόμενοι καὶ γινώσκοντες, ὅτι χρηστὸς ὁ Κύριος τὴν κρείττω γεῦσιν καὶ μένουσαν· μηδὲ μικρὰ τὸν πικρὸν καὶ ἀχάριστον ἀγωγὸν ἀνα ψύχοντες, τὸν παραπέμποντα, καὶ οὐ κατέχοντα τὸ διδόμενον, ἀλλὰ τοῖς γλυκυτέροις μέλιτος λόγοις τοῦ τον εὐφραίνοντες.
ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐξ ἧς πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται· καὶ τὴν ὑπεραίρουσαν ἡμῶν ἁμαρτίαν κάτω βάλλειν, ὑπεραιρομένην τῷ κρείττονι. Κα λὸν καὶ ὦμον ἁγιάζεσθαι καὶ καθαίρεσθαι, ἵνα δυνηθῇ τὸν σταυρὸν αἴρειν Χριστοῦ, μὴ παντὶ ῥᾳδίως 36.416 αἰρόμενον. Καλὸν καὶ τὰς χεῖρας τελειοῦσθαι, καὶ τοὺς πόδας· τὰς μὲν, ὡς ἐν παντὶ τόπῳ ὁσίας αἴρεσθαι, καὶ δράσσεσθαι τῆς Χριστοῦ παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ πιστεύεσθαι λόγον διὰ τοῦ πρακτικοῦ, ὡς τὸν ἐν τῇ χειρὶ τοῦδε τοῦ προφή του δεδομένον· τοὺς δὲ, μὴ ὀξεῖς εἶναι πρὸς τὸ ἐκχέειν αἷμα, μηδὲ εἰς κακίαν τρέχοντας· ἀλλ' ἑτοί μους εἰς τὸ Εὐαγγέλιον, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ Χριστὸν ὑπονίπτοντα καὶ καθαίροντα δέχεσθαι. Εἴ τις ἐστὶ καὶ κοιλίας κάθαρσις, χωρητικῆς καὶ ἀναδοτικῆς τῶν ἐκ τοῦ Λόγου τροφῶν, καλὸν καὶ ταύτην μὴ θεοποιεῖν ἐκ τρυ φῆς καὶ τῆς καταργουμένης βρώσεως· ἀλλὰ καθαί ρειν ὅτι μάλιστα, καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν Λόγον Κυρίου ἐν μέσῃ δέχεσθαι, καὶ ἀλγεῖν καλῶς ὑπὲρ τοῦ Ἰσραὴλ πταίοντος. Εὑρίσκω καὶ τὴν καρ δίαν καὶ τὰ ἐντὸς, τιμῆς ἀξιούμενα. Πείθει με τοῦτο ∆αβὶδ, καρδίαν καθαρὰν ζητῶν ἐν ἑαυτῷ κτί ζεσθαι, καὶ Πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις ἐγκαινί ζεσθαι. Τὸ διανοητικὸν, οἶμαι, τούτῳ δηλῶν, καὶ τὰ τούτου κινήματα, ἢ διανοήματα.
Μʹ. Τί δὲ ἡ ὀσφύς; Τί δὲ οἱ νεφροί; Μηδὲ γὰρ τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρ σις· ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δι' ἐγκρατείας, ὥσπερ τῷ Ἰσραὴλ πάλαι, κατὰ τὸν νόμον, τοῦ πάσχα μεταλαμβάνοντι. Οὐδεὶς γὰρ καθαρῶς Αἴγυπτον ἐξέρχε ται, οὐδὲ φεύγει τὸν ὀλοθρεύοντα, μὴ ταῦτα παιδα γωγήσας. Οἱ δὲ τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούσθωσαν, ὅλον τὸ ἐπιθυμητικὸν