1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

16

πεσόντα. ∆ιὰ τοῦτο οὐχὶ ζῶν μόνον, ἀλλὰ καὶ τελευτήσας μνημονεύεται. Ὥστε εἰ βούλει καὶ σὺ καὶ ἐνταῦθα διηνεκοῦς δόξης τυχεῖν, ἄνθρωπε, κἀκεῖ τῶν ἀκινήτων ἀπολαῦσαι καλῶν, μίμησαι τὴν ἀρετὴν τοῦ δικαίου, ζήλωσον τὴν φιλοσοφίαν, ἐπίδειξαι διὰ τῶν ἔργων τὴν 54.695 ἀνεξικακίαν ταύτην, ἵνα τοὺς αὐτοὺς ὑπομείνας αὐτῷ πόνους, καὶ τῶν αὐτῶν ἀξιωθῇς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Γʹ. Ὅτι ἐπισφαλὲς τὸ εἰς θέατρα ἀναβαίνειν, καὶ ὅτι μοιχοὺς

ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ πολέμου τοῦτο· καὶ ὅτι πᾶν ἀνεξικακίας εἶδος ὑπερεβάλετο ὁ ∆αυῒδ ἐν τοῖς κατὰ τὸν Σαούλ· καὶ ὅτι τὸ

φέρειν ἁρπαγὴν πράως τοῦ δοῦναι ἐλεημοσύνην ἴσον. αʹ. Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον. Καὶ ἐβουλόμην εἰδέναι τούτους σαφῶς, ὥστε αὐτοὺς τῶν ἱερῶν ἐκβαλεῖν προθύρων, οὐχ ἵνα μένωσιν ἔξω διηνεκῶς, ἀλλ' ἵνα διορθωθέντες ἐπανέλθωσι πάλιν· ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς οἰκίας ἐκβάλλουσι πολλάκις, καὶ τῆς τραπέζης ἀπείργουσιν, οὐχ ἵνα διὰ παντὸς τούτων ἐκπέσωσιν, ἀλλ' ἵνα βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενόμενοι, μετὰ τῆς προσηκούσης δόξης εἰς τὸν πατρῷον ἐπανέλθωσι κλῆρον. Τοῦτο δὴ καὶ ποιμένες ποιοῦσι, τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα τὴν μοχθηρὰν ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετ' ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης. ∆ιά τοι τοῦτο καὶ ἡμεῖς ἐβουλόμεθα τούτους εἰδέναι· ἀλλ' εἰ καὶ μὴ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοὺς διακρῖναι δυνάμεθα, ὁ λόγος αὐτοὺς ἐπιγνώσεται πάντως, καὶ τοῦ συνειδότος αὐτῶν ἐπιλαβόμενος πείσει ῥᾳδίως ἑκόντας αὐτοὺς ἐξελθεῖν, διδάσκων ὅτι ἐκεῖνος ἔνδον ἐστὶ μόνος, ὁ τῆς ἐνταῦθα διατριβῆς ἀξίαν ἔχων τὴν γνώμην· ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται. Ἐκεῖνοι μὲν γὰρ οἱ κατὰ τοὺς τοῦ Θεοῦ νόμους ἐκβληθέντες, καὶ μένοντες ἔξω, τέως χρηστὰς ἔχουσι τὰς ἐλπίδας· κἂν γὰρ ἐθέλωσι διορθώσασθαι τὰ παραπτώματα, δι' ἃ τῆς Ἐκκλησίας ἐξέπεσον, δυνήσονται μετὰ καθαροῦ συνειδότος πάλιν ἐπανελθεῖν. Οἱ δὲ μολύναντες ἑαυτοὺς, καὶ κελευσθέντες μὴ πρότερον ἐπιβῆναι, ἕως ἂν ἀποκαθάρωνται τὴν κηλῖδα τὴν ἐκ τῶν ἁμαρτημάτων, εἶτα ἀναισχυντοῦντες, χαλεπώτερον τὸ τραῦμα ἐργάζονται, καὶ μεῖζον τὸ ἕλκος. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν ἐστὶ χαλεπὸν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία, καὶ τὸ μὴ πείθεσθαι τοῖς ἱερεῦσι τὰ τοιαῦτα κελεύουσι. Καὶ τί τοσοῦτον ἡμάρτηται τούτοις, φησὶν, ὥστε αὐτοὺς ἐκβαλεῖν τῶν ἱερῶν τούτων περιβόλων; Καὶ ποίαν ἑτέραν ταύτης ζητεῖς μείζονα ἁμαρτίαν, ὅταν μοιχοὺς ἑαυτοὺς ἀπηρτισμένους ποιήσαντες, ἀναιδῶς, καθάπερ κύνες λυττῶντες, ἐπιπηδῶσι τῇ ἱερᾷ ταύτῃ τραπέζῃ; Καὶ εἰ βούλει μαθεῖν καὶ τὸν τρόπον τῆς μοιχείας, οὐκ ἐμὸν ἐρῶ σοι λόγον, ἀλλ' αὐτοῦ τοῦ μέλλοντος ἡμῶν δικάζειν τὴν ζωὴν ἅπασαν· Ὁ γὰρ ἐμβλέψας, φησὶ, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, 54.696 ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἰ δὲ ἡ ἀπὸ ταὐτομάτου κατὰ τὴν ἀγορὰν ἐντυχοῦσα γυνὴ καὶ ὡς ἔτυχεν ἐσταλμένη τὸν περιέργως ἰδόντα εἷλε πολλάκις τῇ τῆς ὄψεως θεωρίᾳ· οἱ μὴ ἁπλῶς μηδὲ ἀπὸ ταὐτομάτου, ἀλλ' ἀπὸ σπουδῆς τοσαύτης, ὡς καὶ